Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἃ δʼ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδʼ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι.
οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται· ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν. οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ
οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος