Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει· περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν. ἐπεὶ δʼ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλʼ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατʼ ἐμαυτοῦ διαβολάς. ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτʼ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ διʼ ἐμὲ οὐχ ἥκιστα γέγονεν· ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδʼ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν.

ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα; τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω; τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος; ἀλλʼ οὐκ ἂν ἔχοις εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ

v.2p.351
πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται. καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδʼ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἴομαι, ἀλλὰ τὰς κατʼ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι.

ἃ δʼ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδʼ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι.

οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται· ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν. οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ

οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος

v.2p.352
τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες. μάθοιτε δʼ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ διαλλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφʼ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι· τελευτῶν δʼ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτʼ ἀπὸ καλῶν αἰσχρὰ μήτʼ ἀπὸ δικαίων ἄδικα.