Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐδόκει ταῦτα τῇ βουλῇ· καὶ μετὰ ταῦτα προχειρισαμένη τοὺς ἐπιτηδειοτάτους διεπέμψατο πρὸς τοὺς ἐπὶ τοῦ χάρακος, ἐντειλαμένη πυνθάνεσθαι παρʼ αὐτῶν, τίνος δέονται καὶ ἐπὶ τίσι δικαίοις ἀξιοῦσιν εἰς τὴν πόλιν ἀναστρέφειν· εἰ γὰρ εἴη τι μέτριον καὶ δυνατὸν τῶν αἰτημάτων, οὐκ ἐναντιώσεσθαι σφίσι τὴν βουλήν. νῦν μὲν οὖν αὐτοῖς ἀποθεμένοις τὰ ὅπλα καὶ κατιοῦσιν εἰς τὴν πόλιν ἄδειαν ὑπάρξειν τῶν ἡμαρτημένων, καὶ εἰς τὸν ἀπὸ τοῦδε χρόνον ἀμνηστίαν· ἐὰν δὲ τὰ κράτιστα βουλεύωσι τῷ κοινῷ καὶ προθύμως κινδυνεύωσι περὶ τῆς πατρίδος, ἀμοιβὰς καλὰς καὶ
λυσιτελεῖς. ταύτας οἱ πρέσβεις τὰς ἐντολὰς κομισάμενοι ἀπέδοσαν τοῖς ἐπὶ στρατοπέδου καὶ τὰ ἀκόλουθα διελέχθησαν. οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλʼ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ διʼ ἃς ἀνάγκας ἀπʼ αὐτῶν ἀπέστη, χαρίζονται δʼ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν
οἱ μὲν πρέσβεις οὐδὲν ἔτι πρὸς ταῦτα ἀντειπόντες ἀπηλλάττοντο καὶ τὰ παρὰ τῶν ἀποστατῶν τοῖς πατρικίοις ἐδήλωσαν, ἡ δὲ πόλις, ἐπειδὴ τὰς ἀποκρίσεις ταύτας ἔλαβεν, ἐν ταραχαῖς καὶ δείμασι πολλῷ χαλεπωτέροις ἢ πρόσθεν ἐγένετο, καὶ οὔτε ἡ βουλὴ πόρον εὑρεῖν οἵα τε ἦν οὔτʼ ἀναβολάς, δυσφημιῶν δὲ καὶ κατηγοριῶν, ἃς οἱ προεστηκότες αὐτῆς ἐποιοῦντο κατʼ. ἀλλήλων, ἐπὶ πολλὰς ἀκούουσα ἡμέρας διελύετο· οὔτε τὸ δημοτικὸν πλῆθος, ὅσον ἔτι παρέμενεν εὐνοίᾳ τῶν πατρικίων ἢ πόθῳ τῆς πατρίδος ἠναγκασμένον, ὅμοιον ἦν, ἀλλὰ καὶ τούτου φανερῶς τε καὶ κρύφα πολὺ μέρος διέρρει, βέβαιον δʼ οὐδὲν τῶν καταλειπομένων ἐδόκει εἶναι. τούτων δὲ γενομένων οἱ μὲν ὕπατοι· καὶ γὰρ ἦν βραχὺς ὁ λειπόμενος αὐτοῖς ἔτι τῆς ἀρχῆς χρόνος· ἡμέραν ἔστησαν ἀρχαιρεσιῶν.
ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους