Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶς. ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰς Οὐολούσκους ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖς πατρικίοις οὐδὲ τοῖς ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖς ἀπόροις ὑμῶν διένειμα· καὶ ὃ μάλιστά μοι τὴν πλείστην ἀγανάκτησιν παρέσχεν, ὅτι πλείους ἢ τετρακόσιοι ἄνδρες ἐκ τοῦ δήμου τοῖς ἱππεῦσι προσκατελέγησαν ἐπὶ τῆς στρατολογίας βίων εὐπορήσαντες.

εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἷον ὄντα με ἄνδρα προὐπηλάκισαν· ἐπειδὴ δʼ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπʼ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἴονται ὑπʼ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι.

ταῦτʼ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα· τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν. εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο· οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλʼ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων· ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα. τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου· τοσοῦτον

v.2p.329
ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος. πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ.

ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπʼ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα· τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτʼ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται· λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται.