Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι. συνελθόντος δʼ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν· ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφʼ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχʼ ἂν ἐπιμείναιτε

v.2p.321
ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν.

ὥστʼ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν. ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλʼ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες.