Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
συναρπάσαι γὰρ τινὰ τῶν ἐκ τοῦ δήμου κελευσάντων οἱ πένητες ἀθρόοι
v.2p.314
συστραφέντες τόν τε φερόμενον ἀφῃροῦντο καὶ τοὺς ὑπηρέτας τῶν ὑπάτων οὐ μεθιεμένους αὐτοὶ παίοντες ἀπήλαυνον, καὶ οὔτε ἱππέων οὔτε πατρικίων, ὅσοι παρόντες τὰ γινόμενα κωλύειν ἠξίουν, ἀπείχοντο μὴ οὐ παίειν· καὶ διʼ ὀλίγου πᾶσα ἡ πόλις ἦν ἀκοσμίας πλήρης καὶ θορύβου. ἅμα δὲ τῇ στάσει τῇ κατὰ τὴν πόλιν αὐξομένῃ καὶ τὰ τῶν πολεμίων πρὸς καταδρομὴν παρασκευαζόμενα μείζω τὴν ἐπίδοσιν ἐλάμβανεν. Οὐολούσκων δὲ πάλιν ἀπόστασιν βουλευσαμένων καὶ τῶν καλουμένων Αἰκανῶν πρεσβεία τε ἀπὸ πάντων τῶν Ῥωμαίοις ὑπηκόων παρῆν ἀξιούντων σφίσι συμμαχεῖν ἐν τρίβῳ τοῦ πολέμου κειμένοις. Λατῖνοι μὲν γὰρ ἔφασκον Αἰκανοὺς ἐμβαλόντας εἰς τὴν χώραν αὐτῶν λεηλατεῖν τοὺς ἀγροὺς αὐτῶν, καὶ πόλεις τινὰς ἤδη διηρπακέναι· οἱ δʼ ἐν Κρουστομερείᾳ φρουροὶ πλησίον εἶναι Σαβίνους ἀποφαίνοντες καὶ πολλῇ χρωμένους προθυμίᾳ τὸ φρούριον πολεμεῖν· ἄλλοι δέ τι ἄλλο κακὸν ἀπαγγέλλοντες γεγονὸς ἢ γενησόμενον καὶ βοήθειαν διὰ ταχέων αἰτησόμενοι. παρεγένοντο δʼ ἐπὶ τὸ συνέδριον καὶ παρʼ Οὐολούσκων πρέσβεις, ἀξιοῦντες ἀπολαβεῖν ἣν ἀφῃρέθησαν ὑπʼ αὐτῶν χώραν, πρὶν ἄρξασθαι πολέμου.