Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν· οὐδέτεροι γὰρ ἐλπίσαντες μάχης δεήσειν σφίσιν, ἀλλὰ τῇ πρώτῃ ἐφόδῳ τοὺς πολεμίους ὑπολαβόντες φοβήσειν, Λατῖνοι μὲν τῷ πλήθει τῆς σφετέρας ἵππου πιστεύσαντες, ἧς οὐδὲ τὸ ῥόθιον ᾤοντο τοὺς Ῥωμαίους ἱππεῖς ἀνέξεσθαι, Ῥωμαῖοι δὲ τῷ τολμηρῶς· καὶ ἀπερισκέπτως ἐπὶ τὰ δεινὰ χωροῦντες καταπλήξεσθαι

v.2p.275
τοὺς πολεμίους· ταῦτα ὑπὲρ ἀλλήλων καταδοξάσαντες ἐν ἀρχαῖς τἀναντία ἑώρων γινόμενα. οὐκέτι δὲ τὸ τῶν ἀντιπολεμίων δέος, ἀλλὰ τὸ ἴδιον θάρσος ἑκάτεροι τοῦ τε σωθήσεσθαι καὶ τοῦ νικήσειν αἴτιον σφίσι νομίσαντες ἀγαθοὶ μαχηταὶ καὶ ὑπὲρ δύναμιν ἐφάνησαν. ἐγίνοντο δὲ ποικίλαι καὶ ἀγχίστροφοι περὶ αὐτοὺς αἱ τοῦ ἀγῶνος τύχαι.

πρῶτον μὲν οὖν οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι Ῥωμαίων, ἔνθα ὁ δικτάτωρ Ποστούμιος ἦν λογάδας ἔχων περὶ αὑτὸν ἱππεῖς, καὶ αὐτὸς ἐν πρώτοις μαχόμενος, τὸ καθʼ αὑτοὺς ἐξωθοῦσι μέρος, τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου καὶ μηκέτι δυναμένου τῇ χειρὶ

χρῆσθαι. Λικίννιος μὲν γὰρ καὶ οἱ περὶ Γέλλιον οὐδὲν ἐξητακότες οὔτε τῶν εἰκότων οὔτε τῶν δυνατῶν αὐτὸν εἰσάγουσι τὸν βασιλέα Ταρκύνιον ἀγωνιζόμενον ἀφʼ ἵππου καὶ τιτρωσκόμενον, ἄνδρα ἐνενήκοντα ἔτεσι προσάγοντα. πεσόντος δὲ Τίτου μικρὸν ἀγωνισάμενοι χρόνον οἱ περὶ αὐτὸν καὶ τὸ σῶμα ἔμψυχον ἀράμενοι γενναῖον οὐδὲν ἔτι ἔπραξαν, ἀλλʼ ἀνεχώρουν ἐπιοῦσι τοῖς Ῥωμαίοις ἐπὶ πόδα· ἔπειτʼ αὖθις ἔστησάν τε καὶ εἰς ἀντίπαλα ἐχώρουν, θατέρου τῶν Ταρκυνίου παίδων Σέξτου μετὰ τῶν ἐκ Ῥώμης φυγάδων τε καὶ τῶν

v.2p.276

ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς. οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθʼ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατʼ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα· καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων.

ἀποκομισθέντων δʼ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφʼ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ· ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν· ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ

v.2p.277
τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ