Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλʼ ὑπʼ ἀνδρὸς ἀποδειχθεὶς ἑνός. οὐ γὰρ ᾤοντο δεῖν ἐπίφθονον ὄνομα καὶ βαρὺ θέσθαι τινὶ ἀρχῇ πόλιν ἐλευθέραν ἐπιτροπευούσῃ, τῶν τε ἀρχομένων ἕνεκα, ἵνα μηθὲν ἐπὶ ταῖς μισουμέναις προσηγορίαις ἐκταράττωνται, καὶ τῶν παραλαμβανόντων τὰς ἀρχὰς προνοίᾳ, μή τι λάθωσιν ἢ παθόντες ὑφʼ ἑτέρων πλημμελὲς ἢ δράσαντες αὐτοὶ τοὺς πέλας, ὧν φέρουσιν αἱ τοιαῦται δυναστεῖαι· ἐπεὶ τό γε τῆς ἐξουσίας μέγεθος, ἧς ὁ δικτάτωρ ἔχει, ἥκιστα δηλοῦται ὑπὸ τοῦ ὀνόματος·

ἔστι γὰρ αἱρετὴ τυραννὶς ἡ δικτατορία. δοκοῦσι δέ μοι καὶ τοῦτο παρʼ Ἑλλήνων οἱ Ῥωμαῖοι τὸ πολίτευμα λαβεῖν. οἱ γὰρ Αἰσυμνῆται καλούμενοι παρʼ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θεόφραστος, αἱρετοί τινες ἦσαν τύραννοι· ᾑροῦντο δʼ αὐτοὺς αἱ πόλεις οὔτʼ εἰς ὁριστὸν χρόνον οὔτε συνεχῶς, ἀλλὰ πρὸς τοὺς καιρούς, ὁπότε δόξειε συμφέρειν, καὶ εἰς ὁποσονοῦν χρόνον· ὥσπερ καὶ Μιτυληναῖοί ποθʼ εἵλοντο Πιττακὸν πρὸς τοὺς φυγάδας τοὺς περὶ Ἀλκαῖον τὸν ποιητήν.

ἦλθον δʼ ἐπὶ τοῦτο οἱ πρῶτοι διδαχθέντες τῇ πείρᾳ τὸ χρήσιμον. κατʼ ἀρχὰς μὲν γὰρ ἅπασα πόλις Ἑλλὰς ἐβασιλεύετο, πλὴν οὐχ ὥσπερ τὰ βάρβαρα ἔθνη δεσποτικῶς, ἀλλὰ κατὰ νόμους τινὰς καὶ ἐθισμοὺς πατρίους· καὶ κράτιστος ἦν βασιλεὺς ὁ δικαιότατός τε καὶ νομιμώτατος καὶ μηθὲν ἐκδιαιτώμενος τῶν πατρίων.

δηλοῖ δὲ καὶ Ὅμηρος δικασπόλους τε καλῶν

v.2p.252
τοὺς βασιλεῖς καὶ θεμιστοπόλους. καὶ μέχρι πολλοῦ διέμενον ἐπὶ ῥητοῖς τισιν αἱ βασιλεῖαι διοικούμεναι, καθάπερ ἡ Λακεδαιμονίων· ἀρξαμένων δέ τινων ἐν ταῖς ἐξουσίαις πλημμελεῖν καὶ νόμοις μὲν ὀλίγα χρωμένων, ταῖς δʼ ἑαυτῶν γνώμαις τὰ πολλὰ διοικούντων, δυσχεράναντες ὅλον τὸ πρᾶγμα οἱ πολλοὶ κατέλυσαν μὲν τὰ βασιλικὰ πολιτεύματα, νόμους δὲ καταστησάμενοι καὶ ἀρχὰς ἀποδείξαντες, ταύταις ἐχρῶντο τῶν πόλεων φυλακαῖς.

ἐπεὶ δʼ οὐκ αὐτάρκεις ἦσαν οὔτε οἱ τεθέντες ὑπʼ αὐτῶν νόμοι βεβαιοῦν τὸ δίκαιον οὔτε οἱ τὰς ἀρχὰς καὶ τὰς ἐπιμελείας αὐτῶν λαμβάνοντες βοηθεῖν τοῖς νόμοις, οἵ τε καιροὶ πολλὰ νεοχμοῦντες οὐ τὰ κράτιστα τῶν πολιτευμάτων, ἀλλὰ τὰ πρεπωδέστατα ταῖς καταλαμβανούσαις αὐτοὺς συντυχίαις ἠνάγκαζον αἱρεῖσθαι, οὐ μόνον ἐν ταῖς ἀβουλήτοις συμφοραῖς, ἀλλὰ κἀν ταῖς ὑπερβαλλούσαις τὸ μέτριον εὐτυχίαις, διαφθειρομένων διʼ αὐτὰς τῶν πολιτικῶν κόσμων, οἷς ἐπανορθώσεως ταχείας καὶ αὐτογνώμονος ἔδει, ἠναγκάζοντο παράγειν πάλιν τὰς βασιλικὰς καὶ τυραννικὰς ἐξουσίας εἰς μέσον, ὀνόμασι περικαλύπτοντες αὐτὰς εὐπρεπεστέροις, Θετταλοὶ μὲν ἀρχούς, Λακεδαιμόνιοι δʼ ἁρμοστὰς καλοῦντες, φοβούμενοι τυράννους ἢ βασιλεῖς αὐτοὺς καλεῖν, ὡς οὐδʼ ὅσιον σφίσιν ὑπάρχον, ἃς κατέλυσαν ἐξουσίας ὅρκοις καὶ ἀραῖς ἐπιθεσπισάντων

v.2p.253