Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διαλυθείσης δὲ τῆς βουλῆς οἱ προσήκοντες κατὰ γένος ἑκατέρῳ, καὶ τῶν ἄλλων βουλευτῶν οἱ ἐντιμότατοι πρὸς τὸν Λάρκιον ἀφικόμενοι πολλὰς ἐποιοῦντο τοῦ ἀνδρὸς ἄχρι πολλῆς νυκτὸς δεήσεις διδάσκοντες, ὡς ἐν ἐκείνῳ τὰς ἐλπίδας ἡ βουλὴ τέθειται πάσας, καὶ τὸ ἀσπούδαστον αὐτοῦ περὶ τὴν ἀρχὴν πονηρὸν εἶναι τῷ κοινῷ λέγοντες. ὁ δʼ ἦν ἀτενὴς καὶ πολλὰ ἐν μέρει δεόμενός τε καὶ ἀντιβολῶν ἕκαστον διετέλει. τῇ δʼ ἑξῆς ἡμέρᾳ πάλιν τοῦ συνεδρίου συναχθέντος, ἐπειδὴ καὶ τότε διεμάχετο καὶ πειθόμενος ὑπὸ πάντων οὐκ ἀφίστατο τῆς γνώμης, ἀναστὰς ὁ Κλοίλιος ἀναγορεύει τʼ αὐτόν, ὥσπερ εἰώθεσαν ποιεῖν οἱ μεσοβασιλεῖς, καὶ τὴν ὑπατείαν αὐτὸς ἐξόμνυται.

οὗτος πρῶτος ἐν Ῥώμῃ μόναρχος ἀπεδείχθη πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος αὐτοκράτωρ. ὄνομα δʼ αὐτῷ τίθενται δικτάτορα, εἴτε διὰ τὴν ἐξουσίαν τοῦ κελεύειν, ὅτι θέλοι, καὶ τάττειν τὰ δίκαιά τε καὶ τὰ καλὰ τοῖς ἄλλοις, ὡς ἂν αὐτῷ δοκῇ· τὰ γὰρ ἐπιτάγματα καὶ τὰς διαγραφὰς τῶν δικαίων τε καὶ ἀδίκων ἠδίκτα οἱ Ῥωμαῖοι καλοῦσιν· εἴτε ὥς τινες γράφουσι διὰ τὴν τότε γενομένην ἀνάρρησιν, ἐπειδὴ οὐ παρὰ τοῦ δήμου τὴν ἀρχὴν εὑρόμενος κατὰ τοὺς πατρίους ἐθισμοὺς ἕξειν ἔμελλεν,

v.2p.251

ἀλλʼ ὑπʼ ἀνδρὸς ἀποδειχθεὶς ἑνός. οὐ γὰρ ᾤοντο δεῖν ἐπίφθονον ὄνομα καὶ βαρὺ θέσθαι τινὶ ἀρχῇ πόλιν ἐλευθέραν ἐπιτροπευούσῃ, τῶν τε ἀρχομένων ἕνεκα, ἵνα μηθὲν ἐπὶ ταῖς μισουμέναις προσηγορίαις ἐκταράττωνται, καὶ τῶν παραλαμβανόντων τὰς ἀρχὰς προνοίᾳ, μή τι λάθωσιν ἢ παθόντες ὑφʼ ἑτέρων πλημμελὲς ἢ δράσαντες αὐτοὶ τοὺς πέλας, ὧν φέρουσιν αἱ τοιαῦται δυναστεῖαι· ἐπεὶ τό γε τῆς ἐξουσίας μέγεθος, ἧς ὁ δικτάτωρ ἔχει, ἥκιστα δηλοῦται ὑπὸ τοῦ ὀνόματος·

ἔστι γὰρ αἱρετὴ τυραννὶς ἡ δικτατορία. δοκοῦσι δέ μοι καὶ τοῦτο παρʼ Ἑλλήνων οἱ Ῥωμαῖοι τὸ πολίτευμα λαβεῖν. οἱ γὰρ Αἰσυμνῆται καλούμενοι παρʼ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θεόφραστος, αἱρετοί τινες ἦσαν τύραννοι· ᾑροῦντο δʼ αὐτοὺς αἱ πόλεις οὔτʼ εἰς ὁριστὸν χρόνον οὔτε συνεχῶς, ἀλλὰ πρὸς τοὺς καιρούς, ὁπότε δόξειε συμφέρειν, καὶ εἰς ὁποσονοῦν χρόνον· ὥσπερ καὶ Μιτυληναῖοί ποθʼ εἵλοντο Πιττακὸν πρὸς τοὺς φυγάδας τοὺς περὶ Ἀλκαῖον τὸν ποιητήν.