Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τί δʼ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα; κίνδυνόν τʼ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα

v.2p.236

καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν. ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δʼ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ διʼ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον· τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.

ἐξαριθμησάμενος δὲ πολλὰ καὶ ἐκ πολλῶν παραδείγματα πόλεων τελευταίαν παρέσχετο τὴν Ἀθηναίων πόλιν μεγίστου τότε τυγχάνουσαν ὀνόματος ἐπὶ σοφίᾳ, οὐ πρὸ πολλῶν χρόνων, ἀλλὰ κατὰ τοὺς πατέρας αὐτῶν ἄφεσιν χρεῶν ψηφισαμένην τοῖς ἀπόροις Σόλωνος καθηγησαμένου, καὶ οὐθένα τῇ πόλει τοῦ πολιτεύματος τούτου ἐπιτιμᾶν οὐδὲ τὸν εἰσηγησάμενον αὐτὸ δημοκόπον καὶ πονηρὸν ἀποκαλεῖν, ἀλλὰ καὶ τοῖς πεισθεῖσι πολλὴν φρόνησιν ἅπαντας μαρτυρεῖν, καὶ

τῷ πείσαντι μεγάλην σοφίαν. Ῥωμαίοις δʼ, οἷς οὐ περὶ μικρῶν τὸν κίνδυνον εἶναι διαφορῶν, ἀλλʼ ὑπὲρ τοῦ μὴ παραδοθῆναι πάλιν ὠμῷ καὶ παντὸς χείρονι θηρίου τυράννῳ, τίς τῶν νοῦν ἐχόντων ἐπιτιμήσειεν ἄν, ἐὰν τῇ φιλανθρωπίᾳ ταύτῃ συμμάχους ἀντὶ πολεμίων

v.2p.237
τοὺς πένητας κατασκευάσωνται τῇ πόλει γενέσθαι;

διεξελθὼν δὲ τὰ ξενικὰ παραδείγματα τελευταῖον τὸν ἐκ τῶν ἐπιχωρίων ἔργων προσελάμβανε· λόγον ὑπομιμνήσκων τὰς ἔναγχος κατασχούσας αὐτοὺς ἀνάγκας, ὅτε κρατουμένης σφῶν τῆς χώρας ὑπὸ Τυρρηνῶν τειχήρεις γενόμενοι καὶ εἰς πολλὴν τῶν ἀναγκαίων καταστάντες ἀπορίαν οὐκ ἔσχον ἀνθρώπων μεμηνότων καὶ θανατώντων ἀνοήτους λογισμούς, ἀλλʼ εἴξαντες τοῖς κατέχουσι καιροῖς καὶ τὴν ἀνάγκην διδάσκαλον τῶν συμφερόντων λαβόντες, ὅμηρα τε δοῦναι βασιλεῖ Πορσίνᾳ τοὺς ἐπιφανεστάτους παῖδας ὑπέμειναν, οὔπω πρότερον τοῦτο ὑπομείναντες, καὶ μέρει τῆς χώρας ζημιωθῆναι, τῶν Ἑπτὰ πάγων Τυρρηνοῖς ἀποστάντες, καὶ δικαστῇ χρήσασθαι τῷ πολεμίῳ, περὶ ὧν αὐτοῖς ὁ τύραννος ἐνεκάλει, διδόντες καὶ ἀγορὰν καὶ ὅπλα καὶ τἆλλα, ὅσων ἐδέοντο Τυρρηνοὶ παρασχεῖν ἐπὶ τῇ