Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἄλλος μὲν οὖν ἄν τις ἀποχρῆν ὑπέλαβεν αὐτὸ τὸ κεφάλαιον εἰπεῖν, ὅτι συλλαβὼν τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων ἀπέκτεινεν, ὡς ὀλίγης τοῖς πράγμασι δηλώσεως δέον· ἐγὼ δὲ καὶ τὸν τρόπον τῆς συλλήψεως τῶν ἀνδρῶν ἱστορίας ἄξιον εἶναι νομίσας ἔκρινα μὴ παρελθεῖν, ἐνθυμούμενος ὅτι τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας οὐχ ἱκανόν ἐστιν εἰς ὠφέλειαν τὸ τέλος αὐτὸ τῶν πραχθέντων ἀκοῦσαι, ἀπαιτεῖ δʼ ἕκαστος καὶ τὰς αἰτίας ἱστορῆσαι τῶν γινομένων καὶ τοὺς τρόπους τῶν πράξεων καὶ τὰς διανοίας τῶν πραξάντων καὶ τὰ παρὰ τοῦ δαιμονίου συγκυρήσαντα, καὶ μηδενὸς ἀνήκοος γενέσθαι τῶν πεφυκότων τοῖς πράγμασι παρακολουθεῖν· τοῖς δὲ πολιτικοῖς καὶ

v.2p.223
πάνυ ἀναγκαίαν ὑπάρχουσαν ὁρῶν τὴν τούτων μάθησιν, ἵνα παραδείγμασιν ἔχοιεν πρὸς τὰ συμβαίνοντα χρῆσθαι.

ἦν δʼ ὁ τρόπος τῆς συλλήψεως τῶν συνωμοτῶν, ὃν ἐξεῦρεν ὁ ὕπατος, τοιόσδε. τῶν μετεχόντων τοῦ βουλευτικοῦ συνεδρίου τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐκέλευσεν αὐτοῖς, ὅταν λάβωσι τὸ σύνθημα μετὰ τῶν πιστοτάτων φίλων τε καὶ συγγενῶν τοὺς ἐρυμνοὺς τῆς πόλεως καταλαβέσθαι τόπους, ἐν οἷς ἐτύγχανον ἕκαστοι τὰς οἰκήσεις ἔχοντες· τοῖς θʼ ἱππεῦσι προεῖπεν ἐν ταῖς ἐπιτηδειοτάταις τῶν περὶ τὴν ἀγορὰν οἰκιῶν περιμένειν ἔχουσι ξίφη καὶ ποιεῖν, ὅ τι ἂν αὐτοῖς κελεύῃ.

ἵνα δὲ μηθὲν ἐν τῇ συλλήψει τῶν πολιτῶν νεωτερίσωσιν οἱ προσήκοντες αὐτοῖς ἢ τῶν ἄλλων τινὲς πολιτῶν μηδʼ ἐμφύλιοι διὰ τὴν ταραχὴν ταύτην γένωνται φόνοι, γράμματα πέμψας πρὸς τὸν ἐπὶ τῆς πολιορκίας τῆς Φιδηναίων τεταγμένον ὕπατον ἐκέλευσεν ἀρχομένης τῆς νυκτὸς ἄγοντα τὸ κράτιστον τῆς στρατιᾶς ἥκειν ἐπὶ τὴν πόλιν καὶ πλησίον τοῦ τείχους ἐν ὀρεινῷ τόπῳ θέσθαι τὰ ὅπλα.

παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε ..., πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ

v.2p.224
πράττειν ἑκάστους ἀκούσοντας. ἐγίγνετο ταῦτα· καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος.