Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
φυγάσι τὴν κάθοδον. καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως· ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν· ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ
περὶ τῶν ἄλλων βουλεύσασθαι παρασκευῶν. ἐτύγχανε δὲ κατὰ τὸν χρόνον τοῦτον ἀπεσταλμένος ὑπὸ Ῥωμαίων πρεσβευτὴς Μάρκος Οὐαλέριος ἀνὴρ ὑπατικὸς εἰς τὰς ὁμόρους πόλεις δεησόμενος αὐτῶν μηδὲν νεωτερίζειν·
ὁρῶν δʼ ἁπάσας συνεληλυθυίας τὰς πόλεις ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ καὶ τοῦτʼ ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβανόμενος, μάλιστα δʼ ὅτι Ῥωμαίοις μόνοις οὐ παρήγγειλαν ἐπὶ τὴν ἀγορὰν παρεῖναι, γεγραμμένον ἐν ταῖς συνθήκαις ἁπάσας παρεῖναι τὰς πόλεις ταῖς κοιναῖς ἀγοραῖς, ὅσαι τοῦ Λατίνων εἰσὶ γένους, παραγγειλάντων αὐταῖς τῶν προέδρων, θαυμάζειν, τί δήποτε παθόντες ἢ τί κατηγορεῖν ἔχοντες τῆς πόλεως οἱ σύνεδροι μόνην οὐ παρέλαβον ἐκείνην ἐπὶ τὸν σύλλογον, ἣν πρώτην τε πασῶν ἔδει παρεῖναι καὶ πρώτην ἐρωτᾶσθαι γνώμην ἡγεμονίαν ἔχουσαν τοῦ ἔθνους, ἧς ἔτυχε παρʼ αὐτῶν ἑκόντων ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν.