Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατʼ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ· ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ διʼ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸ
λαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ. ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται. τοῦτο δʼ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ
πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλʼ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν· ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι· καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής.
οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλʼ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν. φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα. τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι· ῥᾷον γὰρ οἱ