Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

στρατοπέδου σὺν αἰσχύνῃ τε καὶ μίσει. ὁ δὲ τῶν Τυρρηνῶν βασιλεὺς τὰ ὅμηρα τῶν Ῥωμαίων ἐπὶ τὸ βῆμα προαχθῆναι κελεύσας ἀποδίδωσι τῷ ὑπάτῳ εἰπών, ὅτι πάσης ὁμηρείας κρείττονα ἡγεῖται τὴν πίστιν τῆς πόλεως. μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφʼ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇ

φαλάροις κεκοσμημένῳ διαπρεπέσι. μετὰ δὲ τὴν ἐκκλησίαν τὰ περὶ τῆς εἰρήνης καὶ φιλίας ὅρκια πρὸς τοὺς πρέσβεις τῶν Ῥωμαίων ποιησάμενος καὶ ξενίσας αὐτοὺς δῶρα τῇ πόλει φέρεσθαι δίδωσι τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων συχνοὺς πάνυ ὄντας, καὶ τὸ χωρίον, ἐν ᾧ κατεστρατοπεδευκὼς ἦν, κατεσκευασμένον οὐχ ὡς στρατόπεδον ἐν ξένῃ γῇ πρὸς ὀλίγον

v.2p.188
καιρόν, ἀλλʼ ὡς πόλιν ἰδίαις τε καὶ δημοσίαις οἰκοδομαῖς ἀποχρώντως, οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους, ὁπότε ἀναστρατοπεδεύοιεν ἐκ πολεμίας, ὀρθὰς καταλείπειν τὰς κατασκευάς, ἀλλὰ καίειν, οὐ μικρὰν τῇ πόλει χαρισάμενος εἰς χρημάτων λόγον δωρεάν. ἐδήλωσε δʼ ἡ πράσις, ἣν ἐποιήσαντο μετὰ τὴν ἀπαλλαγὴν

τοῦ βασιλέως οἱ ταμίαι. ὁ μὲν δὴ πόλεμος ὁ συστὰς Ῥωμαίοις πρὸς Ταρκυνίους τε καὶ βασιλέα Κλουσίνων Λάρον Πορσίναν, εἰς κινδύνους μεγάλους ἀγαγὼν τὴν πόλιν τοιούτου τέλους ἔτυχεν.