Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἔχθρᾳ παραχθέντα. ἀπῄεσαν οἱ Τυρρηνοὶ τὰς ἀποκρίσεις ταύτας πρὸς βασιλέα κομίζοντες καὶ σὺν αὐτοῖς οἱ κατασταθέντες ὑπὸ τοῦ δήμου πρέσβεις ἄγοντες ἐκ τῶν πρώτων οἰκιῶν εἴκοσι παῖδας, οὓς ἔδει περὶ τῆς πατρίδος ὁμηρεῦσαι, τῶν ὑπάτων πρώτων τὰ τέκνα ἐπιδόντων, Μάρκου μὲν Ὁρατίου τὸν υἱόν, Ποπλίου δὲ Οὐαλερίου τὴν θυγατέρα γάμων ἔχουσαν ὥραν.
ἀφικομένων δὲ τούτων ἐπὶ τὸ στρατόπεδον ἥσθη τε ὁ βασιλεὺς καὶ πολλὰ τοὺς Ῥωμαίους ἐπαινέσας ἀνοχὰς σπένδεται πρὸς αὐτοὺς εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμὸν καὶ τὴν δίκην αὐτὸς ἀναδέχεται δικάζειν. Ταρκύνιοι δʼ ἤχθοντο μὲν ἀπὸ μειζόνων ἐκπεσόντες ἐλπίδων, ἃς εἶχον ἐπὶ τῷ βασιλεῖ, καταχθῆναι δόξαντες
ἔτι δὲ τῆς δικαιολογίας γινομένης ἧκέ τις ἀπαγγέλλων τὴν φυγὴν τῶν ὁμηρευουσῶν παρθένων. δεηθεῖσαι γὰρ τῶν φυλαττόντων, ἵνα συγχωρήσωσιν αὐταῖς λούσασθαι παραγενομέναις εἰς τὸν ποταμόν, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον ἀποστῆναι μικρὸν ἀπὸ τοῦ ποταμοῦ τοῖς ἀνδράσιν εἰποῦσαι, τέως ἂν ἀπολούσωνταί τε καὶ τὰς ἐσθῆτας ἀπολάβωσιν, ἵνα μὴ γυμνὰς ὁρῶσιν αὐτάς· ποιησάντων καὶ τοῦτο τῶν ἀνδρῶν, παρακελευσαμένης αὐταῖς τῆς Κλοιλίας καὶ πρώτης καταρχούσης, διανηξάμεναι τὸν ποταμὸν εἰς τὴν πόλιν ἀπῆλθον.