Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὡς δʼ ἐν ἀσφαλεῖ τοὺς σφετέρους ἔδοξαν
ταῦτʼ ἐπικελευσάμενος τοῖς δυσὶν ἐπʼ αὐτῆς ἵσταται τῆς γεφύρας καὶ τῶν ὁμόσε χωρούντων οὓς μὲν τῷ ξίφει παίων, οὓς δὲ τῷ θυρεῷ περιτρέπων πάντας ἀνέστειλε τοὺς ὁρμήσαντας ἐπὶ τὴν γέφυραν· οὐκέτι γὰρ εἰς χεῖρας αὐτῷ χωρεῖν ἐτόλμων οἱ διώκοντες ὡς μεμηνότι καὶ θανατῶντι· καὶ ἅμα οὐδὲ ῥᾴδιον αὐτῷ προσελθεῖν ὑπάρχον ἐξ εὐωνύμων μὲν καὶ δεξιῶν ἔχοντι πρόβλημα τὸν ποταμόν, ἐκ δὲ τοῦ κατὰ πρόσωπον ὅπλων τε καὶ νεκρῶν σωρόν· ἀλλʼ ἄπωθεν ἑστῶτες ἀθρόοι λόγχαις τε καὶ σαυνίοις καὶ λίθοις χειροπληθέσιν
ταῖς ἀσπίσι τῶν νεκρῶν. ὁ δʼ ἠμύνετο τοῖς ἐκείνων χρώμενος ὅπλοις κατʼ αὐτῶν καὶ ἔμελλεν ὥσπερ εἰκὸς εἰς ἀθρόους βάλλων ἀεί τινος τεύξεσθαι σκοποῦ. ἤδη δὲ καταβελὴς ὢν καὶ τραυμάτων πλῆθος ἐν πολλοῖς μέρεσι τοῦ σώματος ἔχων, μίαν δὲ πληγὴν λόγχης, ἣ διὰ θατέρου τῶν γλουτῶν ὑπὲρ τῆς κεφαλῆς τοῦ μηροῦ ἀντία ἐνεχθεῖσα ἐκάκωσεν αὐτὸν ὀδύναις καὶ τὴν βάσιν ἔβλαπτεν, ἐπειδὴ τῶν κατόπιν ἤκουσεν ἐμβοησάντων λελύσθαι τῆς γεφύρας τὸ πλέον μέρος, καθάλλεται σὺν τοῖς ὅπλοις εἰς τὸν ποταμὸν καὶ διανηξάμενος τὸ ῥεῦμα χαλεπῶς πάνυ· περὶ γὰρ τοῖς ὑπερείσμασι τῶν σανίδων σχιζόμενος ὁ ῥοῦς ὀξὺς ἦν καὶ δίνας ἐποίει μεγάλας· ἐξεκολύμβησεν εἰς τὴν γῆν οὐδὲν τῶν ὅπλων ἐν τῷ νεῖν ἀποβαλών.
τοῦτο τὸ ἔργον ἀθάνατον αὐτῷ δόξαν εἰργάσατο. παραχρῆμά τε γὰρ οἱ Ῥωμαῖοι στεφανώσαντες αὐτὸν ἀπέφερον εἰς τὴν πόλιν ὑμνοῦντες ὡς τῶν ἡρώων ἕνα, καὶ πᾶς ὁ κατοικίδιος ὄχλος ἐξεχεῖτο ποθῶν αὐτόν, ἕως ἔτι περιῆν, θεάσασθαι τὴν τελευταίαν πρόσοψιν· ἐδόκει γὰρ ὑπὸ τῶν τραυμάτων οὐκ εἰς μακρὰν διαφθαρήσεσθαι·