Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ γὰρ ἀτελεῖς αὐτοὺς ἁπάντων ἐψηφίσαντο εἶναι τῶν κοινῶν τελῶν, ὅσα βασιλευομένης τῆς πόλεως ἐτέλουν, καὶ ἀνεισφόρους τῶν εἰς τὰ στρατιωτικὰ καὶ τοὺς πολέμους ἀναλισκομένων ἐποίησαν, μέγα κέρδος ἡγούμενοι τοῖς κοινοῖς, εἰ τὰ σώματα μόνον αὐτῶν ἕξουσι προκινδυνεύοντα τῆς πατρίδος· τήν τε δύναμιν ἠσκημένην ἐκ πολλοῦ καὶ παρεσκευασμένην ἔχοντες ἐν τῷ προκειμένῳ τῆς πόλεως ἐστρατοπεδεύοντο πεδίῳ.
βασιλεὺς δὲ Πορσίνας ἄγων τὴν στρατιὰν τὸ μὲν Ἰανίκολον ἐξ ἐφόδου καταλαμβάνεται καταπληξάμενος τοὺς φυλάττοντας αὐτὸ καὶ φρουρὰν Τυρρηνῶν ἐν αὐτῷ καθίστησιν· ἐπὶ δὲ τὴν πόλιν ἐλαύνων ὡς καὶ ταύτην δίχα πόνου παραστησόμενος, ἐπειδὴ πλησίον τῆς γεφύρας ἐγένετο καὶ τοὺς Ῥωμαίους ἐθεάσατο προκαθημένους τοῦ ποταμοῦ, παρεσκευάζετό
εἶχον δὲ τὴν ἡγεμονίαν τοῦ μὲν ἀριστεροῦ κέρως οἱ Ταρκυνίου παῖδες, Σέξτος καὶ Τῖτος, Ῥωμαίων τʼ αὐτῶν τοὺς φυγάδας ἄγοντες καὶ ἐκ τῆς Γαβίων πόλεως τὸ ἀκμαιότατον ξένων τε καὶ μισθοφόρων χεῖρα οὐκ ὀλίγην· τοῦ δὲ δεξιοῦ Μαμίλιος ὁ Ταρκυνίου κηδεστής, ἐφʼ οὗ Λατίνων οἱ ἀποστάντες Ῥωμαίων ἐτάξαντο· βασιλεὺς δὲ Πορσίνας κατὰ μέσην τὴν φάλαγγα ἐτέτακτο.
Ῥωμαίων δὲ τὸ μὲν δεξιὸν κέρας Σπόριος Λάρκιος καὶ Τῖτος Ἑρμίνιος κατεῖχον ἐναντίοι Ταρκυνίοις· τὸ δʼ ἀριστερὸν Μάρκος Οὐαλέριος ἀδελφὸς θατέρου τῶν ὑπάτων Ποπλικόλα καὶ Τῖτος Λουκρήτιος ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει Μαμιλίῳ καὶ Λατίνοις συνοισόμενοι· τὰ δὲ μέσα τῶν κεράτων οἱ ὕπατοι κατεῖχον ἀμφότεροι.
ὡς δὲ συνῆλθον εἰς χεῖρας, ἐμάχοντο γενναίως καὶ πολὺν ἀντεῖχον ἀμφότεροι χρόνον· ἐμπειρίᾳ μὲν καὶ καρτερίᾳ κρείττους ὄντες οἱ Ῥωμαῖοι τῶν ἐναντίων, πλήθει δὲ κρατοῦντες τῶν Ῥωμαίων οἱ Τυρρηνοί τε καὶ Λατῖνοι μακρῷ. πολλῶν δὲ πεσόντων ἀφʼ ἑκατέρων δέος εἰσέρχεται Ῥωμαίους, πρῶτον μὲν τοὺς κατέχοντας τὸ ἀριστερὸν κέρας, ἐπειδὴ τοὺς ἡγεμόνας ἐθεάσαντο Οὐαλέριόν τε καὶ Λουκρήτιον τραυματίας ἀποκομισθέντας ἐκ τῆς μάχης· ἔπειτα καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένους νικῶντας ἤδη τὴν σὺν Ταρκυνίοις δύναμιν τὸ αὐτὸ καταλαμβάνει πάθος,