Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῖς μὲν οὖν πολλοῖς καθʼ ἡδονὴν τὰ γινόμενα ὑπʼ αὐτῶν ἦν ἐκ πολυχρονίου δουλείας εἰς ἀνέλπιστον ἀφιγμένοις ἐλευθερίαν, εὑρέθησαν δέ τινες ἐξ αὐτῶν ὅμως, οἷς πόθος ἦν τῶν ἐν τυραννίδι κακῶν διʼ εὐήθειαν ἢ διὰ πλεονεξίαν, ἄνδρες οὐκ ἀφανεῖς, οἳ συνώμοσαν ἐπὶ προδοσίᾳ τῆς πόλεως Ταρκύνιόν τε καταδέξασθαι συνθέμενοι καὶ τοὺς ὑπάτους ἀποκτεῖναι. ἡγεμόνες δʼ αὐτῶν οἵτινες ἐγένοντο καὶ διʼ οἵας ἐξηλέγχθησαν ἀνελπίστου συντυχίας καίτοι πάντας ἀνθρώπους λεληθέναι δοκοῦντες, μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβὼν λέξω.

Ταρκύνιος ἐπειδὴ τῆς βασιλείας ἐξέπεσε, χρόνον μέν τινα οὐ πολὺν ἐν πόλει Γαβίοις διέτριβε τούς τε συνιόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως ὑποδεχόμενος, οἷς ἦν τυραννὶς ἀσπαστότερον χρῆμα ἐλευθερίας, καὶ ταῖς Λατίνων ἐλπίσιν ἐπέχων ὡς διʼ ἐκείνων καταχθησόμενος ἐπὶ τὴν ἀρχήν. ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν αἱ πόλεις οὐδʼ ἐβούλοντο πόλεμον ὑπὲρ αὐτοῦ εἰς τὴν Ῥωμαίων πόλιν ἐκφέρειν, ἀπογνοὺς τὰς παρὰ τούτων ἐπικουρίας, εἰς Τυρρηνικὴν καταφεύγει πόλιν Ταρκυνίους, ἐξ ἧς τὸ πρὸς μητρὸς αὐτῷ γένος ἦν.

πείσας δὲ τὰ τέλη τῶν Ταρκυνιητῶν

v.2p.142
δωρεαῖς καὶ διʼ ἐκείνων ἐπὶ τὴν ἐκκλησίαν παραχθεὶς τήν τε συγγένειαν ἀνενεώσατο τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τὴν πόλιν καὶ τὰς εὐεργεσίας διεξῆλθεν, ἃς ὁ πάππος αὐτοῦ πάσαις ἐχαρίσατο ταῖς ἐν Τυρρηνίᾳ πόλεσι, καὶ τὰς συνθήκας ὑπεμίμνησκεν, ἃς ἦσαν πεποιημένοι πρὸς αὐτόν· ἐπὶ δὲ τούτοις ἅπασι τῆς κατειληφυίας αὐτὸν ὠδύρετο τύχας, ὡς ἐκ μεγάλης ἐκπεσὼν εὐδαιμονίας ἐν ἡμέρᾳ μιᾷ πλάνης καὶ τῶν ἀναγκαίων ἐνδεὴς σὺν υἱοῖς τρισὶν ἐπὶ τοὺς ἐφʼ ἑαυτῷ ποτε γενομένους ἠναγκάσθη καταφυγεῖν.

διεξελθὼν δʼ ὧδε ταῦτα μετὰ πολλῶν οἴκτων τε καὶ δακρύων ἔπεισε τὸν δῆμον πρέσβεις ἀποστεῖλαι πρῶτον εἰς Ῥώμην συμβατηρίους φέροντας ὑπὲρ αὐτοῦ λόγους, ὡς δὴ συμπραττόντων αὐτῷ τῶν δυνατῶν ἐκεῖθεν καὶ συλληψομένων τῆς καθόδου. ἀποδειχθέντων δὲ πρεσβευτῶν, οὓς αὐτὸς προείλετο, διδάξας τοὺς ἄνδρας ἃ χρὴ λέγειν τε καὶ πράττειν, καὶ παρὰ τῶν σὺν αὐτῷ φυγάδων γράμματα δοὺς δεήσεις ἔχοντα πρὸς τοὺς οἰκείους αὐτῶν καὶ φίλους, ἀπέστειλε φέροντάς τι καὶ χρυσίον.

οὗτοι οἱ ἄνδρες εἰς Ῥώμην ἐλθόντες ἔλεγον ἐπὶ τῆς βουλῆς, Ὅτι Ταρκύνιος ἀξιοῖ λαβὼν ἄδειαν ἐλθεῖν σὺν ὀλίγοις πρῶτον μὲν ἐπὶ τὸ συνέδριον, ὥσπερ ἐστὶ δίκαιον· ἔπειτʼ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφʼ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ

v.2p.143