Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑμᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων. δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν ὁ πάππος κατέλιπεν ἀρχήν. οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας.
ταῦτα δʼ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπʼ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους. ἀξιῶ δʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτʼ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις. οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι.
ἱκέτης δʼ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν
ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τʼ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦ
χρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα. ὅσοι δʼ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν. ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, διʼ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν