Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πολλή με ἀνάγκη κατείληφεν, ἄνδρες πολῖται, κήδεσθαι τῶν παιδίων τούτων καὶ νηπίων. Ταρκύνιος γὰρ ὁ πάππος αὐτῶν ἀπάτορα καὶ ἄπολιν ὄντα με παραλαβὼν ἐξέθρεψεν οὐδὲν ἐνδεέστερον ἄγων τῶν αὑτοῦ τέκνων καὶ τὴν ἑτέραν τῶν θυγατέρων ἔδωκέ μοι γυναῖκα, καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον ὥσπερ ἐξ αὑτοῦ γεγονότα τιμῶν καὶ φιλῶν, ὡς καὶ ὑμεῖς ἴστε, διετέλεσε, καὶ ἐπειδὴ τὰ περὶ τὴν ἐπιβουλὴν αὐτῷ συνέπεσεν, εἴ τι πάθοι τῶν ἀνθρωπίνων,

ἐμοὶ τὴν ἐπιμέλειαν τῶν παιδίων ἐπίστευσε. τίς οὖν ἢ πρὸς θεοὺς ὅσιον ἢ πρὸς ἀνθρώπους δίκαιον ὑπολήψεταί με, ἐὰν ἐγκαταλίπω καὶ προδῶ τοὺς ὀρφανούς, οἷς τοσαύτας ὀφείλω χάριτας; ἀλλʼ οὔτε τὴν ἐμαυτοῦ προδώσω πίστιν οὐδὲ τὴν τῶν παιδίων ἐρημίαν ἐγκαταλείψω κατὰ δύναμιν τὴν ἐμήν. δίκαιοι δʼ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι τὰς εὐεργεσίας, ἃς ὁ πάππος αὐτῶν τὸ κοινὸν εὐηργέτησεν ὑποτάξας μὲν ὑμῖν τὰς Λατίνων τοσαύτας πόλεις ἀντιποιουμένας τῆς ἀρχῆς, ὑπηκόους δὲ ποιήσας Τυρρηνοὺς ἅπαντας μέγιστον τῶν περιοίκων

v.2p.17
δυναμένους, ἀναγκάσας δὲ τὸ Σαβίνων ἔθνος ὑποχείριον ὑμῖν γενέσθαι, μετὰ πολλῶν ἅκαντα ταῦτα καὶ μεγάλων κινδύνων κατεργασάμενος.

ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑμᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων. δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν ὁ πάππος κατέλιπεν ἀρχήν. οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας.