Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μὴ δίκαια πράττειν. εἰ δέ τισιν αὐτῶν ἄρα διὰ κακὴν φύσιν ἢ πονηρὰς τροφὰς τὸ φιλοτύραννον ἐμπέφυκεν οὐ πολλοῖς οὖσι μὰ Δία, μεγάλαις καὶ τούτους ἀνάγκαις ἐνζεύξομεν, ὥστʼ ἐκ πονηρῶν γενέσθαι χρηστούς· ὅμηρα γὰρ αὐτῶν ἔχομεν ἐν τῇ πόλει τέκνα καὶ γυναῖκας καὶ γονεῖς, ἃ τιμιώτερα τῆς ἰδίας ἐστὶν ἑκάστῳ ψυχῆς. ταῦτά τʼ οὖν αὐτοῖς ἀποδώσειν, ἐὰν ἀποστῶσι τῶν τυράννων, ὑπισχνούμενοι καὶ ἄδειαν ὧν ἥμαρτον ψηφιζόμενοι ῥᾳδίως πείσομεν.

ὥστε θαρροῦντες, ὦ δημόται, καὶ ἀγαθὰς ἔχοντες ὑπὲρ τῶν μελλόντων ἐλπίδας χωρεῖτε πρὸς τὸν ἀγῶνα, κάλλιστον ὧν πώποτε ἤρασθε πολέμων τόνδε ὑποστησόμενοι. ἡμεῖς μὲν οὖν, ὦ θεοὶ πατρῷοι, φύλακες ἀγαθοὶ τῆσδε τῆς γῆς, καὶ δαίμονες, οἳ τοὺς πατέρας ἡμῶν λελόγχατε, καὶ πόλις θεοφιλεστάτη πόλεων, ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἐτύχομεν, ἀμυνοῦμεν ὑμῖν καὶ γνώμαις καὶ λόγοις καὶ χερσὶ καὶ ψυχαῖς, καὶ πάσχειν ἕτοιμοι πᾶν, ὅ τι ἂν ὁ δαίμων καὶ τὸ χρεὼν φέρῃ.

μαντεύομαι δὲ καλοῖς ἐγχειρήμασιν εὐτυχὲς ἀκολουθήσειν τέλος. εἴη δὲ τούτοις ἅπασι ταὐτὸ λαβοῦσι θάρσος καὶ μιᾷ γνώμῃ χρησαμένοις, σώζειν θʼ ἡμᾶς καὶ σώζεσθαι ὑφʼ ἡμῶν.

τοιαῦτα τοῦ Βρούτου δημηγοροῦντος ἀναβοήσεις τε συνεχεῖς ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἐκ τοῦ πλήθους ἐγίνοντο διασημαίνουσαι τὸ βουλόμενόν

v.2p.134
τε καὶ ἐπικελευόμενον, τοῖς δὲ πλείοσιν αὐτῶν καὶ δάκρυα ὑφʼ ἡδονῆς ἔρρει θαυμαστῶν καὶ ἀπροσδοκήτων ἀκούουσι λόγων· πάθη τε ποικίλα τὴν ἑκάστου ψυχὴν κατελάμβανεν οὐδὲν ἀλλήλοις ἐοικότα· λύπαι τε γὰρ ἡδοναῖς ἐκέκραντο, αἱ μὲν ἐπὶ τοῖς προγεγονόσι δεινοῖς, αἱ δʼ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, καὶ θυμοὶ συνεξέπιπτον φόβοις, οἱ μὲν ἐπὶ τῷ κακῶς δράσαι τὰ μισούμενα τῆς ἀσφαλείας ὑπερορᾶν ἐπαίροντες, οἱ δὲ κατὰ λογισμὸν τοῦ μὴ ῥᾳδίαν εἶναι τὴν καθαίρεσιν τῆς τυραννίδος ὄκνον ταῖς ἐπιβολαῖς ἐπιφέροντες.