Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἥκει δὲ καιρός, οἷον εὐχόμεθα, μεθεστηκότος μὲν ἐκ τῆς πόλεως Ταρκυνίου, ἡγουμένων δὲ τῆς ἐπιχειρήσεως τῶν πατρικίων, οὐδενὸς δʼ ἡμῖν ἐλλείψοντος, ἐὰν ἐκ προθυμίας χωρήσωμεν ἐπὶ τὰ ἔργα, οὐ σωμάτων, οὐ χρημάτων, οὐχ ὅπλων,
τίσιν οὖν ἀφορμαῖς εἰς τὰ πράγματα χρησόμεθα καὶ ποίαις συμμαχίαις; τοῦτο γὰρ λοιπὸν εἰπεῖν. πρώταις μὲν ταῖς παρὰ τῶν θεῶν ἐλπίσιν, ὧν ἱερὰ καὶ τεμένη καὶ βωμοὺς μιαίνει Ταρκύνιος ταῖς αἱμοφύρτοις χερσὶ καὶ παντὸς ἐμφυλίου γεμούσαις ἄγους θυσιῶν καὶ σπονδῶν καταρχόμενος· ἔπειτα ταῖς ἐξ ἡμῶν αὐτῶν οὔτʼ ὀλίγων ὄντων οὔτʼ ἀπείρων πολέμου· πρὸς δὲ τούτοις ταῖς παρὰ τῶν συμμάχων ἐπικουρίαις, οἳ μὴ καλούντων μὲν ἡμῶν οὐδὲν ἀξιώσουσι πολυπραγμονεῖν, ἐὰν δʼ ἀρετῆς ὁρῶσι μεταποιουμένους ἄσμενοι συναροῦνται τοῦ πολέμου· τυραννὶς γὰρ ἅπασιν ἐχθρὰ τοῖς βουλομένοις ἐλευθέροις εἶναι.
εἰ δέ τινες ὑμῶν τοὺς ἐπὶ στρατοπέδου συνόντας ἅμα Ταρκυνίῳ πολίτας δεδοίκασιν, ὡς ἐκείνῳ μὲν συναγωνιουμένους, ἡμῖν δὲ πολεμήσοντας, οὐκ ὀρθῶς δεδοίκασι. βαρεῖα γὰρ κἀκείνοις ἡ τυραννὶς καὶ ἔμφυτος ἅπασιν ἀνθρώποις ὁ τῆς ἐλευθερίας πόθος, καὶ πᾶσα μεταβολῆς πρόφασις τοῖς διʼ ἀνάγκην ταλαιπωροῦσιν ἱκανή· οὕς, εἰ ψηφιεῖσθε τῇ πατρίδι βοηθεῖν, οὐ φόβος ὁ καθέξων ἔσται παρὰ τοῖς τυράννοις, οὐ χάρις, οὐχ
μὴ δίκαια πράττειν. εἰ δέ τισιν αὐτῶν ἄρα διὰ κακὴν φύσιν ἢ πονηρὰς τροφὰς τὸ φιλοτύραννον ἐμπέφυκεν οὐ πολλοῖς οὖσι μὰ Δία, μεγάλαις καὶ τούτους ἀνάγκαις ἐνζεύξομεν, ὥστʼ ἐκ πονηρῶν γενέσθαι χρηστούς· ὅμηρα γὰρ αὐτῶν ἔχομεν ἐν τῇ πόλει τέκνα καὶ γυναῖκας καὶ γονεῖς, ἃ τιμιώτερα τῆς ἰδίας ἐστὶν ἑκάστῳ ψυχῆς. ταῦτά τʼ οὖν αὐτοῖς ἀποδώσειν, ἐὰν ἀποστῶσι τῶν τυράννων, ὑπισχνούμενοι καὶ ἄδειαν ὧν ἥμαρτον ψηφιζόμενοι ῥᾳδίως πείσομεν.