Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τὰ δὲ κοινά, ὑπὲρ ὧν ὑμᾶς εἰς ἐκκλησίαν συνεκάλεσα, ταῦτʼ ἐστί. Ταρκύνιον οὔτε κατὰ τοὺς πατρίους ἡμῶν ἐθισμοὺς καὶ νόμους τὴν δυναστείαν κατασχόντα οὔτʼ, ἐπειδὴ κατέσχεν ὅπως δή ποτε λαβών, καλῶς αὐτῇ καὶ βασιλικῶς χρώμενον, ἀλλʼ ὑπερβεβληκότα πάντας ὕβρει τε καὶ παρανομίᾳ τοὺς ὅπου δή ποτε γενομένους τυράννους, ἀφελέσθαι τὴν ἐξουσίαν βεβουλεύμεθα συνελθόντες οἱ πατρίκιοι, πάλαι μὲν δέον, ἐν καιρῷ δὲ νῦν αὐτὸ ποιοῦντες ἐπιτηδείῳ, ὑμᾶς τʼ, ὦ δημόται, συνεκαλέσαμεν, ἵνα τὴν προαίρεσιν ἀποδειξάμενοι τὴν ἑαυτῶν συναγωνιστὰς ἀξιώσωμεν ἡμῖν γενέσθαι, πράττοντας ἐλευθερίαν τῇ πατρίδι, ἧς οὔτε πρότερον ἡμῖν ἐξεγένετο μεταλαβεῖν, ἐξ οὗ Ταρκύνιος τὴν ἀρχὴν κατέσχεν, οὔθʼ ὕστερον, ἐὰν νῦν μαλακισθῶμεν, ἐξέσται.
εἰ μὲν οὖν χρόνον εἶχον, ὅσον
οὗτός ἐστιν, ἄνδρες πολῖται, ὁ Ταρκύνιος ὁ πρὸ τοῦ παραλαβεῖν τὴν ἀρχὴν Ἄρροντα τὸν γνήσιον ἀδελφόν, ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι, φαρμάκοις διαχρησάμενος, συνεργὸν εἰς τοῦτο τὸ μῦσος λαβὼν τὴν ἐκείνου γυναῖκα, τῆς δʼ αὐτῷ συνοικούσης ἀδελφήν, ἣν ἐμοίχευεν ὁ θεοῖς ἐχθρὸς ἔτι καὶ πάλαι·
οὗτος ὁ τὴν γαμετὴν γυναῖκα, σώφρονα καὶ τέκνων κοινωνὸν γεγονυῖαν, ἐν ταῖς αὐταῖς ἡμέραις καὶ διὰ τῶν αὐτῶν φαρμάκων ἀποκτείνας οὐδʼ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολάς, ὡς οὐχ ὑφʼ ἑαυτοῦ γενομένων, ἠξίωσεν ἐλεεινῷ χρησάμενος σχήματι καὶ μικρᾷ προσποιήσει πένθους, ἀλλʼ εὐθὺς ἅμα τῷ αὐτὰ διαπράξασθαι τὰ θαυμαστὰ ἔργα, πρὶν ἢ μαρανθῆναι τὰς ὑποδεξαμένας τὰ δύστηνα σώματα πυράς, φίλους εἱστία καὶ γάμους ἐπετέλει καὶ τὴν ἀνδροφόνον νύμφην ἐπὶ τὸν τῆς ἀδελφῆς θάλαμον ἤγετο τὰς ἀπορρήτους ἐμπεδῶν πρὸς αὐτὴν ὁμολογίας· ἀνόσια καὶ ἐξάγιστα