Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν

v.2p.114
ἐπέμφθησαν, ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες, ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι· ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου· μετὰ τοῦτʼ ἠρώτων τὸν θεόν, τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν, ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε, τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι.

οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν, ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη, προσκύψας κατεφίλησε τὴν γῆν, ταύτην οἰόμενος ἁπάντων ἀνθρώπων εἶναι μητέρα. τὰ μὲν οὖν προγενόμενα τῷ ἀνδρὶ τούτῳ τοιαῦτʼ ἦν.

τότε δʼ ὡς ἤκουσε τοῦ Οὐαλερίου τὰ συμβάντα τῇ Λουκρητίᾳ καὶ τὴν ἀναίρεσιν αὐτῆς διηγουμένου τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εἶπεν· ὦ Ζεῦ καὶ θεοὶ πάντες, ὅσοι τὸν ἀνθρώπινον ἐπισκοπεῖτε βίον, ἆρά γʼ ὁ καιρὸς ἐκεῖνος ἥκει νῦν, ὃν ἐγὼ περιμένων ταύτην τοῦ βίου τὴν προσποίησιν ἐφύλαττον; ἆρα πέπρωται Ῥωμαίοις ὑπʼ ἐμοῦ καὶ διʼ ἐμὲ τῆς ἀφορήτου τυραννίδος ἀπαλλαγῆναι;

ταῦτʼ εἰπὼν ἐχώρει κατὰ σπουδὴν ἐπὶ τὴν οἰκίαν ἅμα τῷ Κολλατίνῳ τε καὶ Οὐαλερίῳ. ὡς δʼ εἰσῆλθεν ὁ μὲν Κολλατῖνος ἰδὼν τὴν Λουκρητίαν ἐν τῷ μέσῳ κειμένην καὶ τὸν πατέρα περικείμενον αὐτῇ μέγα ἀνοιμώξας καὶ περιλαβὼν τὴν

v.2p.115
νεκρὰν κατεφίλει καὶ ἀνεκαλεῖτο καὶ διελέγετο πρὸς αὐτὴν ὥσπερ ζῶσαν ἔξω τοῦ φρονεῖν γεγονὼς ὑπὸ