Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ Ταρκύνιος ἐκ ταύτης γεγονότας τῆς γυναικός. ἀλλὰ μὴν εἴγʼ ἀνδρῶν ἡλικίαν εἶχον οἱ παῖδες, ὅθʼ ὁ πατὴρ αὐτῶν ἀπέθνησκεν, οὔτʼ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν

v.2p.13
ἀθλία καὶ θεοβλαβής, ὥστʼ ἀφαιρεῖσθαι μὲν τῶν ἑαυτῆς τέκνων ἣν κατέλιπεν αὐτοῖς ὁ πατὴρ ἀρχήν, τῷ δʼ ἀλλοτρίῳ καὶ ἐκ δούλης γεγονότι χαρίζεσθαι· οὔτʼ ἂν αὐτοὶ τῆς πατρῴας ἀρχῆς ἀποστερούμενοι φαύλως καὶ ῥᾳθύμως τὸ ἀδίκημα ἤνεγκαν καὶ ταῦτʼ ἐν τῇ κρατίστῃ τοῦ λέγειν τε καὶ πράττειν ὄντες ἀκμῇ· οὔτε γὰρ εὐγενείᾳ προεῖχεν αὐτῶν ὁ Τύλλιος ἐκ δούλης μητρὸς ὢν οὔθʼ ἡλικίας ἀξιώματι παρὰ πολὺ διήλλαττεν, ἀλλὰ τρισὶ μόνον ἔτεσι θατέρου πρεσβύτερος ἦν· ὥστʼ οὐκ ἄν γε παρεχώρησαν αὐτῷ τῆς βασιλείας ἑκόντες.

ἔχει δὲ καὶ ἄλλας τινὰς τὸ πρᾶγμα ἀτοπίας, ἃς ἅπαντες ἠγνόησαν οἱ τὰ Ῥωμαϊκὰ συνταξάμενοι πλὴν ἑνός, οὗ μετὰ μικρὸν ἐρῶ τοὔνομα. ὡμολόγηται γάρ, ὅτι μετὰ τὴν Ταρκυνίου τελευτὴν παραλαβὼν τὴν βασιλείαν Τύλλιος ἐπʼ ἔτη τετταράκοντα καὶ τέτταρα κατέσχεν, ὥστʼ εἰ κατʼ ἐκεῖνον τὸν χρόνον ἑκτακαιεικοσαέτης ἦν, ὅτʼ ἀπεστερεῖτο τῆς ἀρχῆς ὁ πρεσβύτερος τῶν Ταρκυνίων, ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονὼς ἄν ἦν, ὅτε τὸν Τύλλιον ἀπέκτεινεν.

ἐν κρατίστῃ δέ γʼ αὐτὸν ἡλικίᾳ τότʼ ὄντα παραδεδώκασιν οἱ συγγραφεῖς καί φασιν, ὅτι Τύλλιον αὐτὸς ἀράμενος ἐκ τοῦ βουλευτηρίου καὶ φέρων ἔξω κατὰ τῶν κρηπίδων ἐξέχεεν. ἥ τʼ ἐκ τῆς ἀρχῆς ἔκπτωσις αὐτοῦ γίνεται πέμπτῳ καὶ εἰκοστῷ μετὰ ταῦτʼ ἔτει, καὶ τούτῳ τῷ ἔτει στρατευόμενος ἐν τῷ πρὸς Ἀρδεάτας εἰσάγεται πολέμῳ καὶ πάντα

v.2p.14
τὰ ἔργα διʼ ἑαυτοῦ τελῶν· οὐκ εἶχε δὲ λόγον ἐν πολέμοις ἐξετάζεσθαι ἓξ καὶ ἐνενήκοντα βεβιωκὼς ἔτη.

ἐκπεσών τε τῆς ἀρχῆς ἔτι πολεμεῖν Ῥωμαίοις οὐκ ἐλάττω τεττάρων καὶ δέκα ἐτῶν, αὐτὸς ἐν τοῖς πράγμασιν ἐξεταζόμενος, ὥς φασι, παρὰ τὰς κοινὰς ἁπάντων ἐστὶ δόξας, καὶ ὁ τοῦ βίου χρόνος αὐτῷ πλείων ἀναφαίνεται τῶν ἑκατὸν καὶ δέκα γεγονὼς ἐτῶν· τοῦτο δὲ τὸ μῆκος τῶν βίων οὐ φέρουσιν οἱ καθʼ ἡμᾶς τόποι.

ταῦτα δὴ τὰ ἄτοπα συνειδότες τῶν Ῥωμαϊκῶν συγγραφέων τινὲς ἑτέραις αὐτὰ λύειν ἐπειράθησαν ἀτοπίαις, οὐ Τανακυλίδα ποιοῦντες μητέρα τῶν παιδίων, ἀλλὰ Γεγανίαν τινά, περὶ ἧς οὐδεμίαν παρειλήφαμεν ἱστορίαν· ἄωρος δὴ γίνεται πάλιν ὁ γάμος τοῦ Ταρκυνίου μικρὸν ἀπολείποντος ἐτῶν ὀγδοήκοντα, καὶ ἡ τῶν τέκνων γένεσις τοῖς ταύτην ἔχουσι τὴν ἡλικίαν ἄπιστος· οὐδὲ γὰρ ἄπαις ἦν, ὥστʼ ἐκ παντὸς ἐπιθυμῆσαι τέκνων, ἀλλὰ θυγατέρες ἦσαν αὐτῷ δύο καὶ

αὗταί γʼ ἤδη γεγαμημέναι. τούτων δὴ τῶν ἀδυνάτων τε καὶ ἀτόπων ἕκαστα ἐπιλογιζόμενος οὐχ υἱοὺς εἶναι Ταρκυνίου γράφω τοὺς παῖδας, ἀλλʼ υἱωνούς, Λευκίῳ Πείσωνι τῷ Φρῦγι συγκαταθέμενος. ἐκεῖνος γὰρ ἐν ταῖς ἐνιαυσίοις πραγματείαις ταῦθʼ ἱστόρηκε μόνος· εἰ

v.2p.15
μή γʼ ἄρα γόνῳ μὲν ἦσαν υἱωνοὶ τοῦ βασιλέως οἱ παῖδες, ποιήσει δʼ υἱοί, καὶ τοῦτʼ ἦν αἴτιον τῆς ἀπάτης τοῖς ἄλλοις ἅπασι τοῖς συγγράψασι τὰς Ῥωμαϊκὰς ἱστορίας. προειρημένων δὴ τούτων καιρὸς ἐπανάγειν ἐπὶ τὴν ἀπολειπομένην διήγησιν.

ἐπειδὴ δὲ παραλαβὼν τὴν ἐπιτροπὴν τῆς βασιλείας ὁ Τύλλιος καὶ τὴν ἑταιρίαν τῶν Μαρκίων ἐξελάσας βεβαίως ἤδη τῆς ἀρχῆς ἐνόμιζε κρατεῖν, τόν τε βασιλέα Ταρκύνιον, ὡς ἐκ τῶν τραυμάτων τετελευτηκότα ἔναγχος, ἐκκομιδῇ τε πολυτελεῖ καὶ μνήματος ἐπισήμου κατασκευῇ καὶ ταῖς ἄλλαις τιμαῖς ἐκόσμει, καὶ τὸν ἐξ ἐκείνου χρόνον ὡς ἐπίτροπος ὢν τῶν ἐκ τοῦ βασιλείου γένους παίδων τόν τʼ ἴδιον αὐτῶν βίον καὶ τὰ κοινὰ πράγματα τῆς πόλεως διὰ φυλακῆς τε καὶ φροντίδος ἐποιεῖτο.

τοῖς δὲ πατρικίοις οὐκ ἦν τὰ γινόμενα καθʼ ἡδονάς, ἀλλʼ ἠγανάκτουν καὶ χαλεπῶς ἔφερον οὐκ ἀξιοῦντες αὐτὸν ἑαυτῷ τινα μηχανήσασθαι βασιλικὴν ἐξουσίαν, μήτε βουλῆς ψηφισαμένης μήτε τῶν ἄλλων τῶν κατὰ νόμον ἐπιτελεσθέντων. συνιόντες τε πολλάκις οἱ πλεῖστον ἐξ αὐτῶν δυνάμενοι διελέγοντο πρὸς ἀλλήλους περὶ τῆς καταλύσεως τῆς παρανόμου ἀρχῆς, καὶ ἐδόκει αὐτοῖς, ἐπειδὰν πρῶτον εἰς τὸ συνέδριον ὑπὸ τοῦ Τυλλίου ἀναχθῶσιν, ἀναγκάσαι τὸν ἄνδρα τὰς ῥάβδους ἀποθέσθαι καὶ τὰ λοιπὰ τῆς ἀρχῆς σύμβολα· ὅταν δὲ τοῦτο γένηται, τοὺς καλουμένους μεσοβασιλεῖς ἀποδεῖξαι καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν ἄρξοντα τῆς

v.2p.16

πόλεως κατὰ νόμους. ταῦτα διανοουμένων αὐτῶν ἐπιγνοὺς ὁ Τύλλιος ἐπὶ τὸ δημαγωγεῖν καὶ θεραπεύειν τοὺς ἀπόρους τῶν πολιτῶν ἐτρέπετο, διʼ ἐκείνων ἐλπίσας τὴν ἀρχὴν καθέξειν, καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε παιδία προήγαγεν ἐπὶ τὸ βῆμα καὶ λόγον διεξῆλθε τοιόνδε.