Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγέγραπτο δʼ ἐν αὐτῇ, μάλιστα μὲν

v.2p.97
ζῶντα παραδοῦναι τὸν υἱὸν αὐτῷ καὶ κομίζεσθαι τοὺς διωμολογημένους μισθούς, ἐὰν δʼ ἀδύνατος ᾖ τοῦτο τὴν κεφαλὴν ἀποτεμόντα πέμψαι. ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου χωρὶς τῶν ἄλλων μισθῶν, οὓς πρότερον ὑπέσχητο, πολιτείαν τε τὴν ἐν Ῥώμῃ δώσειν ἔφη καὶ εἰς τὸν τῶν πατρικίων ἀριθμὸν ἅπαντας ἐγγράψειν οἰκίας τε καὶ κλήρους καὶ

ἄλλας δωρεὰς πολλὰς ἐπιθήσειν καὶ μεγάλας. ἐφʼ οἷς ἐρεθισθέντες οἱ Γάβιοι τὸν μὲν Ἀντίστιον ἐκπεπληγότα ἐπὶ τῇ παραδόξῳ συμφορᾷ καὶ οὐδὲ φωνὴν ὑπὸ τοῦ κακοῦ ῥῆξαι δυνάμενον ἀποκτείνουσι βάλλοντες λίθοις· τὴν δὲ κατὰ τῶν ἄλλων ζήτησίν τε καὶ τιμωρίαν τῶν ταὐτὰ τῷ Πέτρωνι βουλευσαμένων ἐπέτρεψαν τῷ Σέξτῳ ποιήσασθαι. ὁ δὲ τοῖς ἰδίοις ἑταίροις τὴν φυλακὴν ἐπιτρέψας τῶν πυλῶν, ἵνα μὴ διαφύγοιεν αὐτὸν οἱ ἐν ταῖς αἰτίαις, πέμπων ἐπὶ τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπέκτεινε πολλοὺς τῶν Γαβίων καὶ ἀγαθούς.

ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο, θορύβου κατὰ τὴν πόλιν ὄντος ὡς ἐπὶ τοσούτῳ κακῷ μαθὼν τὰ γινόμενα διὰ γραμμάτων ὁ Ταρκύνιος παρῆν ἄγων τὴν δύναμιν καὶ περὶ μέσον νυκτὸς ἀγχοῦ τῆς πόλεως γενόμενος ἀνοιχθεισῶν τῶν πυλῶν ὑπὸ τῶν ἐπὶ τοῦτο

v.2p.98
παρεσκευασμένων εἰσελθὼν δίχα πόνου κύριος ἐγεγόνει τῆς πόλεως.