Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγίνοντο δὴ μετὰ ταῦτα μεγάλοις στρατεύμασιν εἰς τὴν ἀλλήλων γῆν εἰσβολαὶ καὶ καταδρομαὶ μάχαι τε, ὅπερ εἰκός, τοτὲ μὲν ὀλίγοις πρὸς ὀλίγους, τοτὲ δὲ πᾶσι πρὸς πάντας, ἐν αἷς πολλάκις μὲν οἱ Γάβιοι τοὺς Ῥωμαίους τρεψάμενοι μέχρι τῶν τειχῶν

v.2p.92
καὶ πολλοὺς καταβαλόντες ἀδεῶς τὴν χώραν ἐπόρθουν, πολλάκις δʼ οἱ Ῥωμαῖοι τοὺς Γαβίους ὠσάμενοι καὶ κατακλείσαντες εἰς τὴν πόλιν ἀνδράποδα καὶ λείαν αὐτῶν πολλὴν ἀπῆγον.

συνεχῶς δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆς χώρας ὅσα ἦν ἐρυμνὰ τειχίζοντες φρουρὰν ἐν αὐτοῖς καθιστάναι καταφυγῆς τῶν γεωργῶν ἕνεκα· ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέρος ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἷα εἰκὸς ἐν προνομαῖς ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντες ἀθρόοι διέφθειρον· καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότες τὰς αἰφνιδίους ἀλλήλων ἐφόδους.

μᾶλλον δʼ ὁ Ταρκύνιος περὶ ταῦτʼ ἐνεργὸς ἦν καὶ τῆς πόλεως τὰ πρὸς τοὺς Γαβίους φέροντα τοῦ περιβόλου διὰ πολυχειρίας ἐξωχυροῦτο τάφρον ὀρυξάμενος εὐρυτέραν καὶ τεῖχος ἐγείρας ὑψηλότερον καὶ πύργοις διαλαβὼν τὸ χωρίον πυκνοτέροις· κατὰ τοῦτο γὰρ ἐδόκει μάλιστα τὸ μέρος ἡ πόλις ἀνώχυρος εἶναι, πάντα τὸν ἄλλον περίβολον ἀσφαλὴς ἐπιεικῶς οὖσα καὶ δυσπρόσιτος.

ἔμελλε δʼ, ὃ πάσαις φιλεῖ συμβαίνειν ταῖς πόλεσιν ἐν τοῖς μακροῖς πολέμοις δῃουμένης διὰ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς τῆς γῆς καὶ μηκέτι τοὺς καρποὺς ἐκφερούσης,

v.2p.93
σπάνις ἁπάσης τροφῆς ἐν ἀμφοτέραις ἔσεσθαι καὶ δεινὴ περὶ τοῦ μέλλοντος ἀθυμία· κάκιον δὲ τοὺς Ῥωμαίους ἐπίεζεν ἢ τοὺς Γαβίους ἡ τῶν ἀναγκαίων ἔνδεια, καὶ οἱ πενέστατοι αὐτῶν μάλιστα κάμνοντες ὁμολογίας ᾤοντο δεῖν ποιήσασθαι πρὸς τοὺς Γαβίους καὶ τὸν πόλεμον ἐφʼ οἷς ἂν ἐκεῖνοι θέλωσι διαλύσασθαι.