Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δʼ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδʼ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τʼ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τʼ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν· ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰ
λοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν. οὕτω δʼ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου
ἔτι δʼ ἐν τῇ Συέσσῃ διατρίβοντος αὐτοῦ παρῆν τις ἀγγέλλων, ὅτι Σαβίνων ἡ κρατίστη νεότης ἐξελήλυθε καὶ δυσὶ μεγάλοις στρατεύμασιν εἰς τὴν Ῥωμαίων ἐμβαλοῦσα λεηλατεῖ τοὺς ἀγρούς, ἡ μὲν Ἠρήτου πλησίον θεμένη τὸν χάρακα, ἡ δὲ περὶ Φιδήνην· καὶ εἰ μή τις αὐτοῖς δύναμις ἐναντιωθήσεται, πάντα οἰχήσεται τἀκεῖ.