Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθείσης τῆς ἐκκλησίας παρελθὼν ὑπὲρ μὲν τῶν κατηγορηθέντων βραχεῖαν ἔλεγεν εἶναι τὴν ἀπολογίαν καὶ δικαστὴν ἁπάντων ἐποιεῖτο τῶν ἐγκλημάτων αὐτὸν τὸν κατήγορον. οὑτοσὶ γάρ, ἔφη, Τύρνος, ὦ σύνεδροι, τούτων ὧν νυνί μου κατηγορεῖ πάντων δικαστὴς γενόμενος αὐτὸς ἀπέλυσέ με, ὅτε τὴν θυγατέρα τὴν ἐμὴν ἐβούλετο λαβεῖν γυναῖκα.
ἐπεὶ δʼ ἀπηξιώθη τῶν γάμων κατὰ τὸ εἰκός· τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων Μαμίλιον τὸν εὐγενέστατόν τε καὶ κράτιστον Λατίνων ἀπεώσατο, τοῦτον δὲ κηδεστὴν ἠξίωσε λαβεῖν, ὃς οὐδʼ εἰς τρίτον πάππον ἀνενεγκεῖν ἔχει τὸ γένος; ἀγανακτῶν ἐπὶ τούτῳ νῦν ἥκει μου κατηγορῶν. ἔδει δʼ αὐτόν, εἰ μὲν ᾔδει με τοιοῦτον ὄντα, οἷον νῦν αἰτιᾶται, μὴ προθυμεῖσθαι λαβεῖν τότε πενθερόν· εἰ δὲ χρηστὸν ἐνόμιζεν, ὅτε τὴν θυγατέρα με ᾐτεῖτο, μηδὲ νῦν ὡς πονηροῦ κατηγορεῖν.
καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω· ὑμῖν δʼ, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι· τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθʼ ὑμῖν σκοπεῖν· ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας. ἐπιβουλεύεσθε
ἥκει. ταῦτα δʼ οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας. τεκμήριον δʼ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.
ὡς δὲ ταῦτʼ εἶπεν, ἀνεβόησάν τε πάντες καὶ περὶ τοῖς ἀνδράσι δεδιότες ἐλέγχειν τὸ πρᾶγμα καὶ μὴ φενακίζειν ἠξίουν. καὶ ὁ Τύρνος, οἷα δὴ τὴν ἐπιβουλὴν οὐ προεγνωκώς, ἄσμενος τὴν ἐξέτασιν ἔφη δέχεσθαι καὶ τοὺς προέδρους ἐπὶ τὴν ἔρευναν τῆς καταλύσεως ἐκάλει καὶ δυεῖν γενέσθαι θάτερον ἔφη δεῖν, ἢ αὐτὸς ἀποθανεῖν, ἐὰν εὑρεθῇ παρεσκευασμένος ὅπλα ἔξω τῶν ἐνοδίων, ἢ τὸν καταψευσάμενον αὐτοῦ