Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε· καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε. τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν. συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφʼ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετʼ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς.

ἦσαν δʼ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται

v.2p.78
τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον· ἔπειθʼ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον· αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.

καὶ οὐκ ἀπέχρη ταῦτα μόνον εἰς τοὺς δημοτικοὺς αὐτῷ παρανομεῖν, ἀλλʼ ἐπιλέξας ἐκ τοῦ πλήθους, ὅσον ἦν πιστὸν ἑαυτῷ καὶ εἰς τὰς πολεμικὰς χρείας ἐπιτήδειον, τὸ λοιπὸν ἠνάγκασεν ἐργάζεσθαι τὰς κατὰ πόλιν ἐργασίας, μέγιστον οἰόμενος εἶναι κίνδυνον τοῖς μονάρχοις, ὅταν οἱ πονηρότατοι τῶν πολιτῶν καὶ ἀπορώτατοι σχολὴν ἄγωσι, καὶ ἅμα προθυμίαν ἔχων ἐπὶ τῆς ἰδίας ἀρχῆς τὰ καταλειφθέντα ἡμίεργα ὑπὸ τοῦ πάππου τελειῶσαι, τὰς μὲν ἐξαγωγίμους τῶν ὑδάτων τάφρους, ἃς ἐκεῖνος ὀρύττειν ἤρξατο, μέχρι τοῦ ποταμοῦ καταγαγεῖν, τὸν δʼ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν·

εἰς ταῦτα δὴ πάντες οἱ πένητες εἰργάζοντο σῖτα παρʼ αὐτοῦ μέτρια λαμβάνοντες· οἱ μὲν λατομοῦντες, οἱ δʼ ὑλοτομοῦντες, οἱ δὲ τὰς κομιζούσας ταῦθʼ ἁμάξας ἄγοντες, οἱ δʼ ἐπὶ τῶν ὤμων αὐτοὶ τὰ ἄχθη φέροντες· μεταλλεύοντές τε τὰς ὑπονόμους

v.2p.79
σήραγγας ἕτεροι καὶ πλάττοντες τὰς ἐν αὐταῖς καμάρας καὶ τὰς παστάδας ἐγείροντες, καὶ τοῖς ταῦτα πράττουσι χειροτέχναις ὑπηρετοῦντες χαλκοτύποι τε καὶ τέκτονες καὶ λιθουργοὶ τῶν ἰδιωτικῶν ἔργων ἀφεστῶτες ἐπὶ ταῖς δημοσίαις κατείχοντο χρείαις.

περὶ ταῦτα δὴ τὰ ἔργα τριβόμενος ὁ λεὼς οὐδεμίαν ἀνάπαυσιν ἐλάμβανεν· ὥσθʼ οἱ πατρίκιοι τὰ τούτων κακὰ καὶ τὰς λατρείας ὁρῶντες ἔχαιρόν τʼ ἐν μέρει καὶ τῶν ἰδίων ἐπελανθάνοντο ἀλγεινῶν· κωλύειν μὲν γὰρ οὐδέτεροι τὰ γινόμενα ἐπεχείρουν.