Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἡ δὲ συγκατασκευάσασα τὴν ἡγεμονίαν αὐτῷ καὶ πάντων αἰτία γενομένη τῶν ἀγαθῶν ἡ τοῦ τετελευτηκότος βασιλέως ἦν γυνὴ γαμβρῷ τε συλλαμβάνουσα ἰδίῳ καὶ ἐκ πολλῶν συνεγνωκυῖα θεσφάτων, ὅτι βασιλεῦσαι Ῥωμαίων ἐκεῖνον τὸν ἄνδρα εἵμαρτο. ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου, παιδία δʼ ἐξ ἐκείνου δύο νήπια καταλειπόμενα.
ἐνθυμουμένη δὲ τὴν περὶ τὸν οἶκον ἐρημίαν καὶ περιδεὴς οὖσα, μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία καὶ πᾶσαν τὴν βασιλικὴν συγγένειαν ἀφανίσωσι, πρῶτον μὲν ἐπέταξε τὰς τῶν βασιλείων θύρας κλεῖσαι καὶ φύλακας ἐπʼ αὐταῖς ἐπέστησε διακελευσαμένη μηδένα παριέναι μήτʼ ἔσω μήτʼ ἔξω· ἔπειτʼ ἐκ τοῦ δωματίου πάντας ἐξελθεῖν κελεύσασα τοὺς ἄλλους, ἐν ᾧ τὸν
Ταρκύνιος μὲν ἡμῖν ὁ βασιλεύς, ὦ Τύλλιε, παρʼ ᾧ τροφῆς καὶ παιδείας ἔτυχες, ἁπάντων μάλιστα σὲ τιμήσας φίλων καὶ συγγενῶν ἀνόσια παθὼν ἐκπεπλήρωκε τὴν ἑαυτοῦ μοῖραν οὔτε περὶ τῶν ἰδίων πραγμάτων διαθέμενος οὐδὲν οὔτε περὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπισκήψας, ἀλλʼ οὐδʼ ἀσπάσασθαί τινα ἡμῶν καὶ προσαγορεῦσαι τοὺς ἐσχάτους ἀσπασμοὺς δυνηθείς. ἔρημα δὲ καὶ ὀρφανὰ τὰ δύστηνα ταυτὶ παιδία καταλείπεται κίνδυνον οὐ τὸν ἐλάχιστον ὑπὲρ τῆς ψυχῆς τρέχοντα· εἰ γὰρ ἐπὶ Μαρκίοις τοῖς ἀνελοῦσι τὸν πάππον αὐτῶν τὰ τῆς πόλεως ἔσται πράγματα, τὸν οἴκτιστον ἀπολοῦνται τρόπον ὑπʼ αὐτῶν· ἔσται γʼ οὐδʼ ὑμῖν ἀσφαλὴς ὁ βίος, οἷς ἐνεγγύησε Ταρκύνιος τὰς ἑαυτοῦ θυγατέρας ἐκείνους ὑπεριδών, ἐὰν οἱ φονεύσαντες αὐτὸν τὴν ἀρχὴν κατάσχωσιν, οὐδὲ τοῖς ἄλλοις αὐτοῦ φίλοις καὶ συγγενέσιν οὐδʼ ἡμῖν ταῖς ἀθλίαις γυναιξίν· ἀλλὰ πάντας ἡμᾶς φανερῶς τε καὶ κρύφα πειράσονται διολέσαι.