Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῦ πτώματος; ἡ δʼ ἐκπικρανθεῖσα καὶ ἀπὸ τῶν ποδῶν τὸ βάθρον ἁρπάσασα βάλλει τὸν ὀρεοκόμον καί φησιν· οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ; κἀκεῖνος ἐπὶ τῷ πάθει μᾶλλον ἢ τῇ πληγῇ στενάξας ἄγει βίᾳ τὰς ἡμιόνους κατὰ τοῦ πτώματος. οὗτος ὁ στενωπὸς ὄρβιος καλούμενος πρότερον ἐξ ἐκείνου τοῦ δεινοῦ καὶ μυσαροῦ πάθους ἀσεβὴς ὑπὸ Ῥωμαίων κατὰ τὴν πάτριον γλῶτταν καλεῖται.

τοιαύτης τελευτῆς ἔτυχε Τύλλιος ἔτη τετταράκοντα καὶ τέτταρα τὴν βασιλείαν κατασχών. τοῦτον τὸν ἄνδρα λέγουσι Ῥωμαῖοι πρῶτον τὰ πάτρια ἔθη καὶ νόμιμα κινῆσαι, τὴν ἀρχὴν λαβόντα οὐ παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, καθάπερ οἱ πρὸ αὐτοῦ πάντες, ἀλλὰ παρὰ μόνου τοῦ δήμου, δεκασμοῖς δὲ καὶ δωροδοκίαις καὶ ἄλλαις πολλαῖς κολακείαις ἐκθεραπεύσαντα τοὺς ἀπόρους· καὶ ἔχει τἀληθὲς οὕτως.

ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὁπότε βασιλεὺς ἀποθάνοι, τὴν μὲν ἐξουσίαν ὁ δῆμος ἐδίδου τῷ συνεδρίῳ τῆς βουλῆς, οἵαν προέλοιτο καταστήσασθαι πολιτείαν· ἡ δὲ βουλὴ μεσοβασιλεῖς ἀπεδείκνυεν· ἐκεῖνοι δὲ τὸν ἄριστον ἄνδρα, εἴτʼ ἐκ τῶν ἐπιχωρίων, εἴτʼ ἐκ τῶν πολιτῶν, εἴτʼ ἐκ τῶν ξένων, βασιλέα καθίστασαν. εἰ

v.2p.72
μὲν οὖν ἥ τε βουλὴ τὸν αἱρεθέντα ὑπʼ αὐτῶν ἐδοκίμασε, καὶ ὁ δῆμος ἐπεψήφισε καὶ τὰ μαντεύματα ἐπεκύρωσε, παρελάμβανεν οὗτος τὴν ἀρχήν· ἐλλείποντος δέ τινος τούτων ἕτερον ὠνόμαζον, καὶ τρίτον, εἰ μὴ συμβαίη μηδὲ τῷ δευτέρῳ τά τε παρʼ ἀνθρώπων καὶ

τὰ παρὰ τῶν θεῶν ἀνεπίληπτα. ὁ δὲ Τύλλιος ἐπιτρόπου βασιλικοῦ σχῆμα κατʼ ἀρχὰς λαβών, ὡς εἴρηταί μοι πρότερον, ἔπειτα φιλανθρωπίαις τισὶ τὸν δῆμον οἰκειωσάμενος ὑπʼ ἐκείνου βασιλεὺς ἀπεδείχθη μόνου. ἐπιεικὴς δὲ καὶ μέτριος ἀνὴρ γενόμενος ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι. διαβολὰς τοῖς μετὰ ταῦτʼ ἔργοις, παρέσχε τε πολλοῖς ὑπόληψιν ὡς, εἰ μὴ θᾶττον ἀνῃρέθη, μεταστήσων τὸ σχῆμα τῆς πολιτείας εἰς δημοκρατίαν.