Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
συνδραμόντος δʼ εἰς τὴν ἀγορὰν τοῦ κατὰ τὴν πόλιν ὄχλου προελθὼν ἐπὶ τὸ βῆμα μακρὰν καὶ συμπαθῆ διεξῆλθε δημηγορίαν τάς τε πολεμικὰς ἑαυτοῦ πράξεις ἐξαριθμούμενος, ἃς Ταρκυνίου τε ζῶντος διεπράξατο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ τῶν πολιτευμάτων καθʼ ἓν ἕκαστον ἐπιλεγόμενος, ἐξ ὧν πολλὰς καὶ μεγάλας ἔδοξεν ἐσχηκέναι τὸ κοινὸν ὠφελείας.
πολλοῦ δʼ ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἀπαντῶντος ἐπαίνου καὶ πάντων σπουδὴν ἐχόντων μαθεῖν, τίνων ἕνεκα ταῦτα λέγει, τελευτῶν ἔφησεν, ὅτι Ταρκύνιος αὐτὸν αἰτιᾶται τὴν βασιλείαν οὐ δικαίως κατέχειν ἑαυτῷ προσήκουσαν· καταλιπεῖν γὰρ αὐτῷ τὸν πάππον ἀποθνήσκοντα σὺν τοῖς χρήμασι καὶ τὴν
διδόναι. κραυγῆς δὲ καὶ ἀγανακτήσεως ἐξ ἁπάντων ἐπὶ τούτῳ γενομένης σιωπῆσαι κελεύσας αὐτοὺς ἠξίου μηδὲν ἄχθεσθαι μηδὲ ἀγανακτεῖν πρὸς τὸν λόγον, ἀλλʼ εἴ τι δίκαιον εἰπεῖν ἔχει Ταρκύνιος, καλεῖν αὐτὸν καὶ διδαχθέντας, ἐάν τʼ ἀδικούμενον εὕρωσιν ἐάν τʼ ἐπιτηδειότερον ἄρχειν, ἐκείνῳ παραδοῦναι τὴν τῆς πόλεως προστασίαν· αὐτὸς δὲ τῆς ἀρχῆς ἔφησεν ἀφίστασθαι καὶ ἀποδιδόναι τοῖς κυρίοις, παρʼ ὧν αὐτὴν ἔλαβεν.
ταῦτα λέξαντος αὐτοῦ καταβαίνειν τʼ ἀπὸ τοῦ βήματος βουλομένου κραυγή τʼ ἐξ ἁπάντων ἐγίνετο καὶ δεήσεις πολλαὶ σὺν οἰμωγαῖς ὑπὲρ τοῦ μηδενὶ παραχωρεῖν τῆς ἀρχῆς· τινὲς δʼ ἐξ αὐτῶν καὶ βάλλειν τὸν Ταρκύνιον ἐβόων. ἐκεῖνος μὲν οὖν δείσας τὴν ἐκ χειρὸς δίκην ὁρμῆς ἤδη γινομένης τῶν ὄχλων ἐπʼ αὐτὸν ᾤχετο φεύγων ἅμα τοῖς ἑταίροις· τὸν δὲ Τύλλιον ἡ πληθὺς ἅπασα μετὰ χαρᾶς καὶ κρότου καὶ πολλῆς εὐφημίας παραπέμπουσα μέχρι τῆς οἰκίας κατέστησεν.
ὡς δὲ καὶ ταύτης διήμαρτε τῆς πείρας ὁ Ταρκύνιος, ἀδημονῶν ἐπὶ τῷ μηδεμίαν αὐτῷ βοήθειαν παρὰ τῆς βουλῆς, ᾗ μάλιστα ἐπεποίθει, γενέσθαι, χρόνον μέν τινα διέτριβε κατʼ οἰκίαν τοῖς ἑταίροις μόνοις διαλεγόμενος· ἔπειτα γνώμην ἀποδειξαμένης τῆς γυναικὸς μηδὲν ἔτι μαλακίζεσθαι μηδὲ κατοκνεῖν, ἀλλὰ καταβαλόντα τοὺς λόγους ἐπὶ τὰ ἔργα χωρεῖν διαλλαγὰς πρῶτον εὑρόμενον διὰ φίλων πρὸς τὸν Τύλλιον,