Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοιαῦτα διαλεχθεὶς καὶ εἰς πολλὴν αἰδῶ καταστήσας τοὺς συνισταμένους ἐπʼ αὐτῷ διέλυσε τὸν σύλλογον καὶ μετὰ τοῦτο τοὺς κήρυκας ἀνακαλεσάμενος ἐκέλευσε διὰ πάντων τῶν στενωπῶν διεξιόντας τὸν δῆμον εἰς ἐκκλησίαν συγκαλεῖν.
συνδραμόντος δʼ εἰς τὴν ἀγορὰν τοῦ κατὰ τὴν πόλιν ὄχλου προελθὼν ἐπὶ τὸ βῆμα μακρὰν καὶ συμπαθῆ διεξῆλθε δημηγορίαν τάς τε πολεμικὰς ἑαυτοῦ πράξεις ἐξαριθμούμενος, ἃς Ταρκυνίου τε ζῶντος διεπράξατο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ τῶν πολιτευμάτων καθʼ ἓν ἕκαστον ἐπιλεγόμενος, ἐξ ὧν πολλὰς καὶ μεγάλας ἔδοξεν ἐσχηκέναι τὸ κοινὸν ὠφελείας.
πολλοῦ δʼ ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἀπαντῶντος ἐπαίνου καὶ πάντων σπουδὴν ἐχόντων μαθεῖν, τίνων ἕνεκα ταῦτα λέγει, τελευτῶν ἔφησεν, ὅτι Ταρκύνιος αὐτὸν αἰτιᾶται τὴν βασιλείαν οὐ δικαίως κατέχειν ἑαυτῷ προσήκουσαν· καταλιπεῖν γὰρ αὐτῷ τὸν πάππον ἀποθνήσκοντα σὺν τοῖς χρήμασι καὶ τὴν