Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τὰ δὲ δίκαια νῦν πρὸς αὐτὸν ἐρῶ. ἐγὼ τὴν μὲν ἐπιτροπείαν ὑμῶν ἔλαβον, ὦ Ταρκύνιε, νηπίων καταλειφθέντων οὐχ ἑκών, ἀλλʼ ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς· ἐπειδὴ τὸν μὲν πάππον ὑμῶν οἱ τῆς βασιλείας ἀντιποιούμενοι φανερῶς ἀπέκτειναν, ὑμῖν δὲ καὶ τοῖς ἄλλοις αὐτοῦ συγγενέσιν ἐπιβουλεύειν ἐλέγοντο
τοιούτοις μέντοι πράγμασιν ἐπιστὰς ἐγὼ τούς τʼ ἀποκτείναντας τὸν πάππον ὑμῶν ἐτιμωρησάμην καὶ ὑμᾶς εἰς ἄνδρας ἤγαγον καὶ γενεᾶς ἄρρενος οὐχ ὑπαρχούσης τῶν ἐμαυτοῦ κυρίους προειλόμην ποιῆσαι. ἔχεις τὸν τῆς ἐπιτροπῆς λόγον, ὦ Ταρκύνιε, καὶ οὐκ ἂν ἐπιχειρήσειας εἰπεῖν, ὡς ψεύδομαί τι τούτων.
περὶ δὲ τῆς βασιλείας, ἐπειδὴ τοῦτʼ ἐστιν, ὃ κατηγορεῖς μου, ἄκουσον, ὅπως τʼ αὐτῆς ἔτυχον, καὶ διʼ ἃς αἰτίας οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ μεθίεμαι. ὅτε τῆν ἐπιμέλειαν τῆς πόλεως παρέλαβον, αἰσθόμενος ἐπιβουλάς τινας κατʼ ἐμαυτοῦ γινομένας, παραδοῦναι τῷ δήμῳ τὰ πράγματʼ ἐβουλήθην· καὶ συναγαγὼν ἅπαντας εἰς ἐκκλησίαν ἀπεδίδουν αὐτοῖς τὴν ἀρχὴν ἀντὶ τῆς ἐπιφθόνου ταύτης καὶ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἐχούσης ἡγεμονίας τὴν ἀκίνδυνον ἀντικαταλλασσόμενος ἡσυχίαν.
οὐκ ἠνέσχοντο Ῥωμαῖοι ταῦτά μου πράττειν βουλομένου οὐδʼ ἠξίωσαν ἕτερόν τινα τῶν κοινῶν ἀποδεῖξαι κύριον, ἀλλʼ ἐμὲ κατέσχον