Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπʼ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου. ἔπειτʼ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τί

σου κατηγορῶ; σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος; πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλʼ ὑποβολιμαῖόν τινα καὶ νόθον; τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους; ἀλλʼ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας; κατάβαλε δὲ τὴν εἰρωνείαν τῶν ἀναισχύντων

v.2p.60

ἐρωτημάτων καὶ παῦσαί ποτε ἤδη πονηρὸς ὤν· εἰ δὲ τι δίκαιον ἔχεις πρὸς ταῦτʼ εἰπεῖν, ἕτοιμός εἰμι τούτοις ἐπιτρέπειν δικασταῖς, ὧν οὐκ ἂν ἔχοις ἑτέρους εἰπεῖν ἄνδρας ἐν τῇ πόλει κρείττους· ἐὰν δʼ ἐντεῦθεν ἀποδιδράσκων, ὅπερ ἐστὶν ἀεί σοι ποιεῖν σύνηθες, ἐπὶ τὸν ἐκδημαγωγούμενον ὑπὸ σοῦ καταφεύγῃς ὄχλον, οὐκ ἐπιτρέψω σοι· παρεσκεύασμαι γὰρ ὡς καὶ τὰ δίκαια ἐρῶν καὶ εἰ μὴ πείθοιο τὰ βίαια πράξων.

παυσαμένου δʼ αὐτοῦ παραλαβὼν τὸν λόγον ὁ Τύλλιος ἔλεξεν ὧδε· ἅπαντα μέν, ὡς ἔοικεν, ἄνθρωπον ὄντα δεῖ προσδοκᾶν, ὦ βουλή, τὰ παράδοξα καὶ μηδὲν ἡγεῖσθαι ἄπιστον, ὅπου γε κἀμὲ Ταρκύνιος οὑτοσὶ τῆς ἀρχῆς παῦσαι πρόθυμός ἐστιν· ὃν ἐγὼ νήπιον παραλαβὼν καὶ ἐπιβουλευόμενον ὑπὸ τῶν ἐχθρῶν ἔσωσα καὶ ἐξέθρεψα καὶ εἰς ἄνδρας ἐλθόντα κηδεστὴν ἠξίωσα λαβεῖν, καὶ εἴ τι πάθοιμι διάδοχον ἔμελλον καταλείψειν ἁπάντων τῶν ἐμῶν. ἐπειδὴ δὲ παρὰ γνώμην ἅπαντʼ ἀπήντηκέ μοι καὶ ὥσπερ ἀδικῶν αὐτὸς ἐγκαλοῦμαι, τὴν μὲν τύχην ὕστερον ἀνακλαύσομαι,

τὰ δὲ δίκαια νῦν πρὸς αὐτὸν ἐρῶ. ἐγὼ τὴν μὲν ἐπιτροπείαν ὑμῶν ἔλαβον, ὦ Ταρκύνιε, νηπίων καταλειφθέντων οὐχ ἑκών, ἀλλʼ ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς· ἐπειδὴ τὸν μὲν πάππον ὑμῶν οἱ τῆς βασιλείας ἀντιποιούμενοι φανερῶς ἀπέκτειναν, ὑμῖν δὲ καὶ τοῖς ἄλλοις αὐτοῦ συγγενέσιν ἐπιβουλεύειν ἐλέγοντο

v.2p.61
ἀφανῶς· καὶ πάντες τοῦθʼ οἱ προσήκοντες ὑμῖν ὡμολόγουν, ὅτι κρατήσαντες ἐκεῖνοι τῆς ἀρχῆς οὐδὲ σπέρμα τοῦ Ταρκυνιείου καταλείψουσι γένους. κηδεμὼν δὲ καὶ φύλαξ οὐδεὶς ὑμῶν ἕτερος ἦν, ὅτι μὴ γυνή, πατρὸς μήτηρ, καὶ αὐτὴ διὰ γῆρας ἑτέρων δεομένη κηδεμόνων· ἀλλʼ ἐν ἐμοὶ κατελείπεσθε μόνῳ φύλακι τῆς ἐρημίας, ὃν νῦν ἀλλότριον καὶ οὐδὲν προσήκοντα ἀποκαλεῖς.

τοιούτοις μέντοι πράγμασιν ἐπιστὰς ἐγὼ τούς τʼ ἀποκτείναντας τὸν πάππον ὑμῶν ἐτιμωρησάμην καὶ ὑμᾶς εἰς ἄνδρας ἤγαγον καὶ γενεᾶς ἄρρενος οὐχ ὑπαρχούσης τῶν ἐμαυτοῦ κυρίους προειλόμην ποιῆσαι. ἔχεις τὸν τῆς ἐπιτροπῆς λόγον, ὦ Ταρκύνιε, καὶ οὐκ ἂν ἐπιχειρήσειας εἰπεῖν, ὡς ψεύδομαί τι τούτων.