Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ ἐπειδὴ παρέστη Ῥωμαίοις εἰς ὑπόταξίν τε καὶ παράδοσιν τῶν πόλεων τὸ ἔθνος, αἰτιώτατος εἶναι δόξας Ταρκυνίῳ καὶ ταύτης τῆς δυναστείας τοῖς ἐπινικίοις στεφάνοις ἀνεδεῖτο ὑπʼ αὐτοῦ. ἦν δὲ καὶ φρονῆσαι τὰ πολιτικὰ συνετώτατος καὶ λόγῳ τὰ βουλευθέντα ἐξενεγκεῖν οὐδενὸς χείρων ἁπάσαις θʼ ἁρμόσαι ταῖς τύχαις καὶ παντὶ συνεξομοιωθῆναι προσώπῳ δυνατώτατος.

καὶ διὰ ταῦτα Ῥωμαῖοι μὲν αὐτὸν ἐκ τοῦ δήμου μεταγαγεῖν ἠξίωσαν εἰς τοὺς πατρικίους ψῆφον ἐπενέγκαντες, ὥσπερ Ταρκύνιόν τε πρότερον καὶ ἔτι πρὸ τούτου Νόμαν Πομπίλιον· ὁ δὲ βασιλεὺς κηδεστὴν ἐποιήσατο τὴν ἑτέραν τῶν θυγατέρων ἐγγυήσας, καὶ πάνθʼ ὅσα διὰ νόσους ἢ διὰ γῆρας ἀδύνατος ἦν ἐπιτελεῖν, διʼ ἑαυτοῦ τούτῳ πράττειν ἐπέσκηπτεν, οὐ μόνον τὸν ἴδιον οἶκον ἐπιτρέπων, ἀλλὰ καὶ τὰ κοινὰ τῆς πόλεως διοικεῖν ἀξιῶν. ἐν οἷς ἅπασιν ἐξητάσθη πιστὸς καὶ δίκαιος, καὶ οὐδὲν ᾤοντο διαφέρειν οἱ δημόται

v.2p.6
Ταρκύνιον ἐπιμελεῖσθαι τῶν κοινῶν ἢ Τύλλιον· οὕτως ἐξεθεραπεύθησαν ὑπʼ αὐτοῦ ταῖς εὐεργεσίαις.

φύσεώς τε δὴ μετειληφὼς ἀποχρώντως κατεσκευασμένης πρὸς ἡγεμονίαν οὗτος ὁ ἀνὴρ καὶ τὰς παρὰ τῆς τύχης πολλὰς καὶ μεγάλας ἐσχηκὼς ἀφορμάς, ἐπειδὴ τελευτῆσαι συνέβη Ταρκύνιον ἐπιβουλευθέντα ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀνασώσασθαι τὴν τοῦ πατρὸς ἀρχὴν βουλομένων, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, δόξας ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐπὶ τὴν βασιλείαν καλεῖσθαι, δραστήριος ἀνὴρ οὐκ ἀφῆκεν ἐκ τῶν χειρῶν τὸν καιρόν.

ἡ δὲ συγκατασκευάσασα τὴν ἡγεμονίαν αὐτῷ καὶ πάντων αἰτία γενομένη τῶν ἀγαθῶν ἡ τοῦ τετελευτηκότος βασιλέως ἦν γυνὴ γαμβρῷ τε συλλαμβάνουσα ἰδίῳ καὶ ἐκ πολλῶν συνεγνωκυῖα θεσφάτων, ὅτι βασιλεῦσαι Ῥωμαίων ἐκεῖνον τὸν ἄνδρα εἵμαρτο. ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου, παιδία δʼ ἐξ ἐκείνου δύο νήπια καταλειπόμενα.

ἐνθυμουμένη δὲ τὴν περὶ τὸν οἶκον ἐρημίαν καὶ περιδεὴς οὖσα, μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία καὶ πᾶσαν τὴν βασιλικὴν συγγένειαν ἀφανίσωσι, πρῶτον μὲν ἐπέταξε τὰς τῶν βασιλείων θύρας κλεῖσαι καὶ φύλακας ἐπʼ αὐταῖς ἐπέστησε διακελευσαμένη μηδένα παριέναι μήτʼ ἔσω μήτʼ ἔξω· ἔπειτʼ ἐκ τοῦ δωματίου πάντας ἐξελθεῖν κελεύσασα τοὺς ἄλλους, ἐν ᾧ τὸν

v.2p.7
Ταρκύνιον ἡμιθνῆτα ἔθεσαν, τὴν δʼ Ὀκρισίαν καὶ τὸν Τύλλιον καὶ τὴν θυγατέρα τὴν συνοικοῦσαν τῷ Τυλλίῳ κατασχοῦσα καὶ τὰ παιδία ὑπὸ τῶν τροφῶν ἐνεχθῆναι κελεύσασα λέγει πρὸς αὐτούς·

Ταρκύνιος μὲν ἡμῖν ὁ βασιλεύς, ὦ Τύλλιε, παρʼ ᾧ τροφῆς καὶ παιδείας ἔτυχες, ἁπάντων μάλιστα σὲ τιμήσας φίλων καὶ συγγενῶν ἀνόσια παθὼν ἐκπεπλήρωκε τὴν ἑαυτοῦ μοῖραν οὔτε περὶ τῶν ἰδίων πραγμάτων διαθέμενος οὐδὲν οὔτε περὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπισκήψας, ἀλλʼ οὐδʼ ἀσπάσασθαί τινα ἡμῶν καὶ προσαγορεῦσαι τοὺς ἐσχάτους ἀσπασμοὺς δυνηθείς. ἔρημα δὲ καὶ ὀρφανὰ τὰ δύστηνα ταυτὶ παιδία καταλείπεται κίνδυνον οὐ τὸν ἐλάχιστον ὑπὲρ τῆς ψυχῆς τρέχοντα· εἰ γὰρ ἐπὶ Μαρκίοις τοῖς ἀνελοῦσι τὸν πάππον αὐτῶν τὰ τῆς πόλεως ἔσται πράγματα, τὸν οἴκτιστον ἀπολοῦνται τρόπον ὑπʼ αὐτῶν· ἔσται γʼ οὐδʼ ὑμῖν ἀσφαλὴς ὁ βίος, οἷς ἐνεγγύησε Ταρκύνιος τὰς ἑαυτοῦ θυγατέρας ἐκείνους ὑπεριδών, ἐὰν οἱ φονεύσαντες αὐτὸν τὴν ἀρχὴν κατάσχωσιν, οὐδὲ τοῖς ἄλλοις αὐτοῦ φίλοις καὶ συγγενέσιν οὐδʼ ἡμῖν ταῖς ἀθλίαις γυναιξίν· ἀλλὰ πάντας ἡμᾶς φανερῶς τε καὶ κρύφα πειράσονται διολέσαι.

ταῦτʼ οὖν ἐνθυμουμένους ἡμᾶς δεῖ μὴ περιορᾶν τοὺς ἐκεῖνον ἀποκτείναντας ἄνδρας ἀνοσίους καὶ πᾶσιν ἡμῖν ἐχθροὺς τοσαύτην ἀρχὴν κτησαμένους, ἀλλʼ ἐναντιοῦσθαι καὶ κωλύειν νῦν μὲν ἀπάτῃ καὶ δόλῳ χρησαμένους· τούτων

v.2p.8
γὰρ ἐν τῷ παρόντι δεῖ· ὅταν δὲ τὰ πρῶτα ἡμῖν χωρήσῃ κατὰ νοῦν, τότε καὶ ἐκ τοῦ φανεροῦ πάσῃ δυνάμει καὶ μεθʼ ὅπλων αὐτοῖς ὁμόσε χωροῦντας, ἐὰν ἄρα καὶ τούτων δέῃ. ἀλλʼ οὐ δεήσει βουληθέντων ἡμῶν πράττειν νῦν ἃ δεῖ.

τίνα δὲ ταῦτʼ ἐστί; πρῶτον μὲν κρυπτώμεθα τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς ἅπαντας ἐξενεχθῆναι παρασκευάσωμεν, ὅτι πληγὴν οὐδεμίαν ἔχει καίριον, οἵ τʼ ἰατροὶ λεγέτωσαν ἐν ὀλίγαις ἡμέραις αὐτὸν ἀποδείξειν ὑγιῆ· ἔπειτʼ ἐγὼ προελθοῦσα εἰς τοὐμφανὲς ἐρῶν πρὸς τὸν ὄχλον, ὡς δὴ Ταρκυνίου μοι ταῦτʼ εἰπεῖν ἐπισκήψαντος, ὅτι πάντων ἀποδείκνυσιν ἐπιμελητὴν καὶ φύλακα τῶν τʼ ἰδίων καὶ τῶν κοινῶν, ἕως αὐτὸς ἐκ τῶν τραυμάτων ὑγιὴς γένηται, τὸν ἕτερον τῶν ἑαυτοῦ γαμβρῶν, τὸ σὸν εἰποῦσα, ὦ Τύλλιε, ὄνομα ἔσται δʼ οὐκ ἄκουσι Ῥωμαίοις, ἀλλὰ βουλομένοις ὑπὸ σοῦ τὴν πόλιν ἐπιτροπεύεσθαι, ὑφʼ οὗ

πολλάκις ἤδη καὶ πρότερον ἐπετροπεύθη. ὅταν δὲ τὸν παρόντα κίνδυνον διασκεδάσωμεν, οὐδὲν γὰρ ἔτι τῶν ἐχθρῶν ἰσχυρόν ἐστι ζῆν τοῦ βασιλέως ἀγγελλομένου, παραλαβὼν σὺ τάς τε ῥάβδους καὶ τὴν τῶν ὅπλων ἐξουσίαν κάλει τοὺς βουλεύσαντας ἀποκτεῖναι Ταρκύνιον ἐπὶ τὸν δῆμον ἀπὸ τῶν Μαρκίου παίδων ἀρξάμενος καὶ πρόθες αὐτοῖς δίκας· τιμωρησάμενος δὲ τούτους ἅπαντας, ἐὰν μὲν ὑπομείνωσι τὰς κρίσεις, θανάτοις, ἐὰν δʼ ἐρήμους ἀφῶσιν, ὃ μᾶλλον αὐτοὺς οἶμαι ποιήσειν, ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων,

v.2p.9
καθίστασʼ ἤδη τὰ περὶ τὴν ἀρχὴν ὁμιλίαις τε φιλανθρώποις τὸ πλῆθος ἀναλαμβάνων καὶ τοῦ μηδὲν ἀδίκημα γενέσθαι πολλὴν ἔχων φροντίδα καὶ τοὺς ἀπόρους τῶν πολιτῶν εὐεργεσίαις τισὶ καὶ δωρεαῖς ὑπαγόμενος· ἔπειθʼ ὅταν ἡμῖν καιρὸς εἶναι δοκῇ, τότε λέγωμεν ἀποτεθνηκέναι