Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὸν μὲν οὖν Ταρκύνιον ἀκούσαντά τε καὶ μετὰ ταῦτʼ ἰδόντα τὸ τέρας ἐν θαύματι γενέσθαι, τὴν δὲ Τανακυλίδα τά τʼ ἄλλα σοφὴν οὖσαν καὶ δὴ καὶ τὰ μαντικὰ οὐδενὸς χεῖρον Τυρρηνῶν ἐπισταμένην εἰπεῖν πρὸς αὐτόν, ὅτι γένος ἀπὸ τῆς ἑστίας τῆς βασιλείου πέπρωται γενέσθαι κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐκ τῆς μιχθείσης τῷ φάσματι γυναικός. τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων τερατοσκόπων ἀποφηναμένων δόξαι τῷ βασιλεῖ τὴν Ὀκρισίαν, ᾗ πρώτῃ ἐφάνη τὸ τέρας, εἰς ὁμιλίαν αὐτῷ συνελθεῖν· καὶ μετὰ τοῦτο τὴν γυναῖκα κοσμησαμένην, οἷς ἔθος ἐστὶ κοσμεῖσθαι τὰς γαμουμένας, κατακλεισθῆναι μόνην εἰς τὸν οἶκον, ἐν ᾧ τὸ τέρας ὤφθη.

μιχθέντος δή τινος αὐτῇ θεῶν ἢ δαιμόνων καὶ μετὰ τὴν μίξιν ἀφανισθέντος εἴθʼ Ἡφαίστου καθάπερ οἴονταί τινες εἴτε τοῦ κατʼ οἰκίαν ἥρωος, ἐγκύμονα γενέσθαι καὶ τεκεῖν τὸν Τύλλιον ἐν τοῖς καθήκουσι χρόνοις. τοῦτο τὸ μύθευμα οὐ πάνυ τι πιστὸν εἶναι δοκοῦν ἑτέρα

v.2p.4
τις ἐπιφάνεια θεία γενομένη περὶ τὸν ἄνδρα θαυμαστὴ

καὶ παράδοξος ἧττον ἀπιστεῖσθαι ποιεῖ. καθημένου γάρ ποτʼ αὐτοῦ μεσούσης μάλισθʼ ἡμέρας ἐν τῇ παστάδι τῶν βασιλείων καὶ κατενεχθέντος ἐφʼ ὕπνον, πῦρ ἀπέλαμψεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ἥ τε μήτηρ αὐτοῦ καὶ ἡ τοῦ βασιλέως γυνὴ πορευόμεναι διὰ τῆς παστάδος ἐθεάσαντο καὶ πάντες ὅσοι σὺν ταῖς γυναιξὶν ἐτύγχανον τότε παρόντες, καὶ μέχρι τούτου διέμενεν ἡ φλὸξ ὅλην αὐτοῦ καταλάμπουσα τὴν κεφαλήν, ἕως ἡ μήτηρ προσδραμοῦσα διανέστησεν αὐτὸν καὶ ἡ φλὸξ ἅμα τῷ ὕπνῳ διασκεδασθεῖσα ἠφανίσθη. τὰ μὲν δὴ περὶ τοῦ γένους αὐτοῦ λεγόμενα τοιαῦτʼ ἐστίν.

ἃ δὲ πρὸ τοῦ βασιλεῦσαι διεπράξατο λόγου ἄξια, ἐξ ὧν Ταρκύνιός τʼ αὐτὸν ἠγάσθη καὶ ὁ Ῥωμαίων δῆμος τῆς μετὰ βασιλέα τιμῆς ἠξίου, τοιάδε. ἀντίπαις μὲν ὢν ἔτι τῇ πρώτῃ στρατείᾳ, ἣν ἐπὶ Τυρρηνοὺς Ταρκύνιος ἐστράτευσεν, ἐν τοῖς ἱππεῦσι τεταγμένος οὕτως ἔδοξεν ἀγωνίσασθαι καλῶς, ὥστε περιβόητος εὐθὺ γενέσθαι καὶ τἀριστεῖα πρῶτος ἁπάντων λαβεῖν· ἔπειθʼ ἑτέρας γενομένης ἐπὶ τὸ αὐτὸ ἔθνος στρατείας καὶ μάχης καρτερᾶς περὶ πόλιν Ἤρητον ἀνδρειότατος ἁπάντων φανεὶς στεφάνοις αὖθις ἀριστείοις ὑπὸ τοῦ βασιλέως ἐκοσμεῖτο.