Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτα κατὰ τὴν ἀγορὰν δημηγοροῦντες ἄνδρες ἰταμοὶ καὶ λέγειν οὐκ ἀδύνατοι πολλοὺς μὲν ἠρέθισαν τῶν δημοτικῶν, οἳ παραγενόμενον

v.1p.402
αὐτὸν εἰς τὴν ἀγορὰν ἀπολογίας χάριν ἐξελαύνειν ἐπεχείρησαν ὡς οὐ καθαρόν· οὐ μὴν καταγωνίσασθαί γε τὴν ἀλήθειαν ἴσχυσαν οὐδὲ πεῖσαι τὸν δῆμον ἐδυνήθησαν ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς.

ἐπεὶ δὲ αὐτός τε ἀπολογηθεὶς κράτιστα περὶ αὑτοῦ τὴν διαβολὴν ἀπελύσατο καὶ ὁ κηδεστὴς αὐτοῦ Τύλλιος, ᾧ τὴν ἑτέραν δεδωκὼς ἦν θυγατέρα, μέγιστον ἐν τῷ δήμῳ δυνάμενος εἰς ἔλεον τοὺς Ῥωμαίους ὑπηγάγετο, συκοφάνται καὶ πονηροὶ δόξαντες εἶναι καὶ πολλὴν ὀφλόντες αἰσχύνην ἀπῆλθον ἐκ τῆς ἀγορᾶς.

ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας· ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπʼ αὐτῷ ῥάπτουσι τοιόνδε·

νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι. οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ

v.1p.403
χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.

ὡς δὲ εἰσκαλέσας αὐτοὺς ὁ βασιλεὺς λέγειν ἐκέλευσεν ὑπὲρ ὧν διεφέροντο, αἰγῶν μὲν ἀμφισβητεῖν ἐσκήπτοντο, κεκραγότες δὲ ἅμα καὶ παθαινόμενοι τὸν ἄγριον τρόπον καὶ μηθὲν εἰς τὸ πρᾶγμα λέγοντες πολὺν ἐκίνησαν ἐξ ἁπάντων γέλωτα. ὡς δʼ ἐκ τοῦ καταφρονεῖσθαι καιρὸν ἔδοξαν εἰληφέναι τῆς ἐπιχειρήσεως τὸν ἐπιτήδειον, φέρουσι κατὰ τῆς κεφαλῆς τοῦ βασιλέως πληγὰς τοῖς δρεπάνοις καὶ τοῦτο πράξαντες ἔφευγον ἔξω θυρῶν.