Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
οἱ μὲν οὖν ἄλλοι πάντες ὡς τὸ θαυμαστὸν τοῦτο καὶ ἄπιστον ἔργον ἐθεάσαντο, καταπλαγέντες ἀνεβόησαν, ὁ δὲ Ταρκύνιος αἰδεσθεὶς ἐπὶ τῇ διαπείρᾳ τῆς τέχνης καὶ τὸ ἀπρεπὲς τῶν ὀνειδισμῶν ἐπανορθώσασθαι βουλόμενος πρῶτον μὲν τῶν περὶ τὰς φυλὰς ἐγχειρημάτων ἀπέστη, ἔπειτα δʼ αὐτὸν τὸν Νέβιον ἀποθεραπεῦσαι διαγνούς, ὡς ἁπάντων ἀνθρώπων θεοφιλέστατον, ἄλλαις τε πολλαῖς φιλανθρωπίαις ὑπηγάγετο καὶ ἵνα μνήμης αἰωνίου τυγχάνῃ παρὰ τῶν ἐπιγινομένων εἰκόνα κατασκευάσας αὐτοῦ χαλκῆν ἀνέστησεν
βασιλεὺς δὲ Ταρκύνιος ἀναπεπαυμένος ἤδη τῶν πολεμικῶν ἔργων διὰ γῆρας, ἦν γὰρ ὀγδοηκονταέτης, δολοφονηθεὶς ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀποθνήσκει ἐπιχειρησάντων μὲν ἔτι πρότερον ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς καὶ πολλάκις τοῦτο πραγματευσαμένων κατʼ ἐλπίδα τοῦ περιπεσεῖν εἰς αὐτοὺς ἐκπεσόντος ἐκείνου τὴν δυναστείαν, ὡς δὴ πατρῴαν σφίσιν ὑπάρχουσαν καὶ ἐκ τοῦ ῥᾴστου πρὸς τῶν πολιτῶν δοθησομένην.
ἐπεὶ δὲ διήμαρτον τῆς ἐλπίδος, ἐπιβουλὴν ἄφυκτον κατʼ αὐτοῦ ἐμηχανήσαντο, ἣν οὐκ εἴασεν ἀτιμώρητον γενέσθαι τὸ δαιμόνιον. διηγήσομαι δὲ καὶ τὸν τῆς ἐπιβουλῆς τρόπον ἀπὸ τῆς πρώτης ἐπιχειρήσεως αὐτῶν ἀρξάμενος.
ὁ Νέβιος ἐκεῖνος ὁ δεινὸς οἰωνομάντις, ὃν ἔφην ἐναντιωθῆναί ποτε τῷ βασιλεῖ πλείονας ἐξ ἐλασσόνων ποιῆσαι τὰς φυλὰς βουλομένῳ, ὅτε μάλιστα ἤνθει διὰ τὴν τέχνην καὶ πλεῖστον ἠδύνατο Ῥωμαίων ἁπάντων, εἴτε φθονηθεὶς ὑπὸ τῶν ἀντιτέχνων τινὸς εἴτʼ