Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλʼ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις.
ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπʼ ἀλλήλων θέμενος
Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν· Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγενικόν· ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς. γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.