Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὁ δὲ βασιλεὺς ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων ἐπαγωγὰ πρὸς ἐπιείκειαν καὶ μετριότητα
v.1p.382
καὶ τῆς συγγενείας, ἧς εἶχε πρὸς τὸ ἔθνος, ὑπομιμνησκόντων ἓν τοῦτο μόνον ἔφη παρʼ αὐτῶν βούλεσθαι μαθεῖν, πότερον ἔτι διαφέρονται περὶ τῶν ἴσων καὶ ἐπὶ ῥητοῖς τισι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας πάρεισι ποιησόμενοι, ἢ συγγινώσκουσιν ἑαυτοῖς κεκρατημένοις καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ. ἀποκριναμένων δʼ αὐτῶν ὅτι καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ καὶ τὴν εἰρήνην στέρξουσιν ἐφʼ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι, περιχαρὴς ἐπὶ τούτοις γενόμενος, ἀκούσατε νῦν, ἔφησεν, ἐφʼ οἷς καταλύσομαι τὸν πόλεμον δικαίοις καὶ τίνας ὑμῖν δίδωμι χάριτας· ἐγὼ Τυρρηνῶν οὔτε ἀποκτεῖναί τινα πρόθυμός εἰμι οὔτε φυγάδα ποιῆσαι τῆς πατρίδος οὔτε ἀφαιρέσει τῶν ὑπαρχόντων ζημιῶσαι τάς τε πόλεις ὑμῖν ἀφίημι πάσας ἀφρουρήτους καὶ ἀφορολογήτους καὶ αὐτονόμους πολιτείας τε κόσμον ἑκάστῃ φυλάττειν συγχωρῶ τὸν ἀρχαῖον.