Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τέως μὲν οὖν ἄδηλος αὐτῶν ἡ διάνοια τῆς ἀποστάσεως ἦν, ἐν δὲ τῷ πρὸς Ἀλβανοὺς ἐφανερώθη πολέμῳ. ὡς γὰρ ἐπύθοντο πανστρατιᾷ Ῥωμαίους ἐξεληλυθότας ἐπὶ τὸν πρὸς Ἀλβανοὺς ἀγῶνα, κράτιστον ὑπολαβόντες εἰληφέναι καιρὸν ἐπιθέσεως ἀπορρήτους ἐποιήσαντο διὰ τῶν δυνατωτάτων ἀνδρῶν συνωμοσίας ἅπαντας τοὺς ὁπλοφορεῖν δυναμένους εἰς Φιδήνην συνελθεῖν κρύφα καὶ κατʼ ὀλίγους ἰόντας, ὡς ἂν ἥκιστα γένοιντο τοῖς ἐπιβουλευομένοις καταφανεῖς·

ἐκεῖ δʼ ὑπομένοντας ἐκδέχεσθαι τὸν καιρόν, ὅτε αἱ Ῥωμαίων τε καὶ Ἀλβανῶν δυνάμεις ἐκλιποῦσαι τοὺς χάρακας ἐπὶ τὸν ἀγῶνα προελεύσονται, ʽτοῦτον δὲ φανερὸν ποιεῖν αὐτοῖς ἔμελλον διὰ συμβόλων σκοποί

v.1p.278
τινες ἐν τοῖς ὄρεσι λοχῶντεσʼ ὅταν δὲ ἀρθῇ τὰ σημεῖα λαβόντας τὰ ὅπλα χωρεῖν ἐπʼ αὐτοὺς ἔδει πάντας κατὰ τάχος, ʽἦν δὲ οὐ πολλὴ ἡ ἐπὶ τοὺς χάρακας ἀπὸ Φιδήνης φέρουσα ὁδός, ἀλλʼ ὅσον ἢ δυσὶν ὥραις ἢ τρισὶν ἀνυσθῆναι τὸ μακρότατονʼ ἐπιφανέντας δὲ τῷ ἀγῶνι τέλος ἤδη ἔχοντι ὥσπερ εἰκὸς μηδὲν ἡγεῖσθαι φίλιον, ἀλλʼ ἐάν τε Ἀλβανοὶ νικῶσιν ἐάν τε Ῥωμαῖοι κτείνειν τοὺς κεκρατηκότας αὐτῶν. ταῦτα ἦν ἃ διέγνωστο πράττειν τοῖς προεστηκόσι τῶν πόλεων.

εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπʼ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα· νῦν δὲ ἡ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ ὁ χρόνος ἐν ᾧ παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, ὅ τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου.

v.1p.279

ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης. ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης ἡ μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστʼ οὐδʼ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις. ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων.

ἤρχετο δʼ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων· ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δι’ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφʼ ὑμῶν οὔτʼ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου. ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες

v.1p.280