Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῖς δʼ ἑξῆς ἡμέραις ἀφικομένης τοῖς Λατίνοις ἑτέρας παρὰ Τυρρηνῶν συμμαχίας δεύτερος ἀγὼν γίνεται πολὺ μείζων τοῦ προτέρου, ἐξ οὗ νίκην ἀναιρεῖται βασιλεὺς Ταρκύνιος ἐπιφανεστάτην, ἧς αὐτὸς αἴτιος ὡμολογεῖτο ὑπὸ πάντων γεγενῆσθαι.
καμνούσης γὰρ ἤδη τῆς Ῥωμαϊκῆς φάλαγγος καὶ κατὰ τὸ ἀριστερὸν κέρας παραρρηγνυμένης μαθὼν τὸ γινόμενον ἐλάττωμα περὶ τοὺς σφετέρους ʽἔτυχε δὲ τότε μαχόμενος ἐπὶ τοῦ δεξιοῦ κέρατοσʼ τὰς κρατίστας τῶν ἱππέων ἴλας ἐπιστρέψας καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἀναλαβὼν ἦγε κατὰ νώτου τῆς ἑαυτοῦ στρατιᾶς καὶ παραλλάξας τὸ ἀριστερὸν κέρας ἤλαυνεν ἔτι προσωτέρω τῆς φάλαγγος. ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους ʽοὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθʼ ἑαυτούσʼ, ἐπιφανεὶς δʼ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν.
ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος
ἁλούσης δὲ τῆς παρασκευῆς τῶν Λατίνων οἱ μὲν ἀναχωροῦντες ἐκ τῆς τροπῆς ὡς εἰς ἀσφαλῆ καταφυγὴν ὑπὸ τῶν καταλαβομένων αὐτὴν ἱππέων ἀπώλλυντο, οἱ δʼ ἐκ τοῦ στρατοπέδου φεύγειν ὁρμήσαντες εἰς τὸ πεδίον ὑπὸ τῆς Ῥωμαϊκῆς φάλαγγος ὁμόσε χωρούσης ἀπέθνησκον, οἱ δὲ πλείους αὐτῶν ὠθούμενοί τε ὑπʼ ἀλλήλων καὶ καταπατούμενοι περὶ τοῖς σκόλοψιν ἢ κατὰ τὰς τάφρους τὸν οἴκτιστόν τε καὶ ἀγεννέστατον τρόπον διεφθάρησαν· ὥστʼ ἠναγκάσθησαν οἱ περιλειπόμενοι τῆς σωτηρίας οὐδένα πόρον εὑρεῖν δυνάμενοι παραδοῦναι τοῖς κεκρατηκόσιν ἑαυτούς.