Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀφικομένης δʼ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δʼ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς· οἱ δʼ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατʼ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ. ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη.

ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου καὶ μετὰ τοῦθʼ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν. αὕτη δὲ

v.1p.366
ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας· Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν. οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαι

καὶ πόνῳ· μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπʼ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.

τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δʼ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.