Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει. τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδʼ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν· παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δʼ ἔτι πλείους ἀποβαλόντες
κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφʼ οἷς αὐτὸς ἐβούλετο. γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι
μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε· ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν· εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.
εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες ἄνδρες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν