Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ. πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε. τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν.

ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι... φαίνονται παρʼ ὑμῶν προτέρων αὗται λελυμέναι τε καὶ μηδενὸς λόγου ἠξιωμέναι· ὅθεν δὴ τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.

μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο

v.1p.274
ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι· ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες· οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.

ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν· φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.