Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐλεύθεροι γὰρ ἐξ ἐλευθέρων ἔφυμεν καὶ ἄρχειν τῶν προσοίκων παρέδοσαν ἡμῖν οἱ πατέρες ὁμοῦ τι πεντακόσια ἔτη τοῦτο τὸ σχῆμα τοῦ βίου διαφυλάξαντες, οὗ μὴ ἀποστερήσωμεν ἡμεῖς τοὺς ἐκγόνους. παραστῇ δὲ μηδενὶ ὑμῶν δέος ἂν ταῦτα ἐθέλῃ πράττειν μὴ συνθήκας τε λύσῃ καὶ ὅρκους τοὺς ἐπʼ αὐταῖς γενομένους παραβῇ, ἀλλʼ ἐννοείσθω διότι τὰς ὑπὸ Ῥωμαίων λελυμένας εἰς τὸ ἐξ ἀρχῆς ἀποκαταστήσει καὶ οὐ τάς γε ἐλαχίστου ἀξίας, ἀλλʼ ἃς ἥ τε φύσις ἡ ἀνθρωπεία κατεστήσατο καὶ ὁ πάντων κοινὸς Ἑλλήνων τε καὶ βαρβάρων βεβαιοῖ νόμος, ἄρχειν καὶ τὰ δίκαια τάττειν τοὺς πατέρας τοῖς ἐκγόνοις καὶ τὰς μητροπόλεις ταῖς ἀποικίαις.