Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δεινὴ δʼ ἐν τοῖς πολέμοις καὶ ἡ διὰ κενῆς ἐμπίπτουσα προδοσίας συμμάχων ἢ πολεμίων ἄλλων ἐφόδου δόκησις,

v.1p.320
καὶ πολλὰ ἤδη στρατεύματα μεγάλα ὑπʼ οὐδενὸς οὕτως ἑτέρου φοβεροῦ παθήματος ὡς ὑπὸ δόξης κενῆς ἴσμεν πανώλεθρα διαφθαρέντα. τὸ δʼ ἡμέτερον οὐ λόγος ἔσται κενὸς οὐδʼ ἀφανὲς δεῖμα, ἀλλʼ ἔργον ἁπάσης ὄψεως καὶ πείρας φοβερώτερον.

ἐὰν δʼ ἄρα τἀναντία τῶν λελογισμένων γινόμενα ὁρῶ ʽλεγέσθω γὰρ καὶ τὰ παρὰ τὰς ἀνθρωπίνας δόξας εἰωθότα ἀπαντᾶν, ἐπειδὴ πολλὰ καὶ τὰ μὴ εἰκότα οἱ βίοι φέρουσἰ τἀναντία καὶ αὐτὸς ὧν προὐθέμην ἐπιχειρήσω ποιεῖν. ἄξω γὰρ ὑμᾶς ἐπὶ τοὺς πολεμίους ἅμα Ῥωμαίοις καὶ συλλήψομαι αὐτοῖς τῆς νίκης τήν τε κατάληψιν τῶν ὑψηλῶν πεποιῆσθαι σκήψομαι τῆς κυκλώσεως τῶν ἀντιτεταγμένων ἕνεκα. γενήσεται δέ μου πιστὸς ὁ λόγος ἔργα ὁμολογούμενα τῇ σκήψει παρεσχημένου, ὥσθʼ ἡμᾶς τῶν μὲν δεινῶν μηδετέροις κοινωνῆσαι, τῆς δʼ ἀμείνονος τύχης παρʼ ἀμφοτέρων μεταλαβεῖν.

ἐγὼ μὲν δὴ ταῦτα ἔγνωκά τε καὶ δράσω σὺν θεοῖς κράτιστα ὄντα οὐ μόνον Ἀλβανοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις Λατίνοις, ὑμᾶς δὲ χρὴ σιγὴν μὲν πρῶτον φυλάττοντας, ἔπειτα κόσμον τε σώζοντας καὶ τοῖς παραγγελλομένοις ὀξέως ὑπηρετοῦντας προθύμους ἀγωνιστὰς γίνεσθαι καὶ τοὺς ὑφʼ αὑτοῖς προθύμους παρέχειν, ἐνθυμουμένους ὅτι οὐχ ὅμοιός ἐστιν ἡμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις ὁ περὶ τῆς ἐλευθερίας

v.1p.321
ἀγών, οἷς2τισιν ἐν ἔθει καθέστηκεν ἄρχεσθαι ὑφʼ ἑτέρων καὶ ὅσοις τοιαύτην πολιτείαν οἱ πατέρες παρέδοσαν.

ἐλεύθεροι γὰρ ἐξ ἐλευθέρων ἔφυμεν καὶ ἄρχειν τῶν προσοίκων παρέδοσαν ἡμῖν οἱ πατέρες ὁμοῦ τι πεντακόσια ἔτη τοῦτο τὸ σχῆμα τοῦ βίου διαφυλάξαντες, οὗ μὴ ἀποστερήσωμεν ἡμεῖς τοὺς ἐκγόνους. παραστῇ δὲ μηδενὶ ὑμῶν δέος ἂν ταῦτα ἐθέλῃ πράττειν μὴ συνθήκας τε λύσῃ καὶ ὅρκους τοὺς ἐπʼ αὐταῖς γενομένους παραβῇ, ἀλλʼ ἐννοείσθω διότι τὰς ὑπὸ Ῥωμαίων λελυμένας εἰς τὸ ἐξ ἀρχῆς ἀποκαταστήσει καὶ οὐ τάς γε ἐλαχίστου ἀξίας, ἀλλʼ ἃς ἥ τε φύσις ἡ ἀνθρωπεία κατεστήσατο καὶ ὁ πάντων κοινὸς Ἑλλήνων τε καὶ βαρβάρων βεβαιοῖ νόμος, ἄρχειν καὶ τὰ δίκαια τάττειν τοὺς πατέρας τοῖς ἐκγόνοις καὶ τὰς μητροπόλεις ταῖς ἀποικίαις.

ταύτας δὴ τὰς συνθήκας οὐδέποτε ἀναιρεθησομένας ἐκ τῆς ἀνθρωπείας φύσεως οὐχ ἡμεῖς οἱ κυρίας ἀξιοῦντες αἰεὶ διαμένειν παρασπονδοῦμεν, οὐδʼ ἄν τις ἡμῖν θεῶν ἢ δαιμόνων νεμεσήσειεν ὡς ἀνόσια πράττουσιν εἰ δουλεύειν τοῖς ἰδίοις ἐκγόνοις δυσανασχετοῦμεν, ἀλλʼ οἱ καταλύσαντες αὐτὰς ἀρχῆθεν καὶ ἔργῳ ἐπιχειρήσαντες ἀθεμίτῳ κρείττω ποιῆσαι τοῦ θείου νόμου τὸν ἀνθρώπινον· καὶ ὅ τε δαιμόνιος χόλος οὐχ ἡμῖν, ἀλλὰ τούτοις ἐναντιώσεται κατὰ τὸ εἰκός, καὶ ἡ παρʼ ἀνθρώπων νέμεσις εἰς τούτους ἀνθʼ ἡμῶν κατασκήψει.

εἰ μὲν οὖν

v.1p.322
ταῦτα κράτιστα πᾶσιν ὑμῖν ἔσεσθαι δοκεῖ, πράττωμεν αὐτὰ θεοὺς καὶ δαίμονας ἀρωγοὺς ἐπικαλεσάμενοι, εἰ δέ τις ὑμῶν τἀναντία ἔγνωκε καὶ δυεῖν θάτερον ἢ μηδέποτε ἀνασώσασθαι τὸ ἀρχαῖον ἀξίωμα τῆς πόλεως οἴεται δεῖν, ἢ καιρὸν ἕτερόν τινα τοῦ παρόντος ἐπιτηδειότερον περιμένων ἀναβάλλεται τὸν παρόντα, μὴ κατοκνείτω φέρειν εἰς μέσον ἃ φρονεῖ· ὅ τι γὰρ ἂν ἅπασιν ὑμῖν κράτιστον φανῇ βούλευμα τούτῳ χρησόμεθα.