Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγειν ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλʼ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα

v.1p.315
καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε,

πρὸς ὃν ἐποιήσαντο τὰ περὶ τῆς φιλίας ὅρκια. ταύτας δὴ τὰς προφάσεις λαβὼν τήν τε οἰκείαν καθώπλιζε δύναμιν καὶ τὰς παρὰ τῶν συμμάχων μετεπέμπετο. πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι τὰς συμμαχικὰς δυνάμεις.

ὁ μὲν οὖν Τύλλος ὡς ἐκ προθυμίας τε καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κοινωνεῖν ἐγνωκότα τοῦ πολέμου τὸν Μέττιον ἐπῄνει καὶ πάντων ἐποιεῖτο τῶν βουλευμάτων συνίστορα· ὁ δὲ ἀνὴρ οὗτος ἐν αἰτίαις παρὰ τοῖς πολίταις ὑπάρχων ὡς κακῶς ἐστρατηγηκὼς τὸν πόλεμον, καὶ δὴ καὶ εἰς προδοσίαν διαβαλλόμενος, ἐπειδὴ τρίτον ἔτος ἐπὶ τῆς αὐτοκράτορος ἀρχῆς διέμενε Τύλλου κελεύσαντος, οὐκ ἀξιῶν τε ἀρχὴν ἔχειν ἑτέρας ἀρχῆς ὑπήκοον οὐδὲ ὑποτάττεσθαι μᾶλλον ἢ οὐκ αὐτὸς ἡγεῖσθαι πρᾶγμά τι ἐπεβούλευσεν ἀνόσιον.

διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι,

v.1p.316
καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε. Τύλλος δʼ ἐπειδὴ παρεσκευάσατο τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς

Φιδήνης κατεστρατοπέδευσεν. εὑρὼν δὲ πρὸ τῆς πόλεως στρατιὰν ἐκτεταγμένην πολλὴν αὐτῶν τε Φιδηναίων καὶ τῶν συμμαχούντων αὐτοῖς ἐκείνην μὲν τὴν ἡμέραν ἡσυχίαν ἔσχε, τῇ δʼ ἑξῆς Φουφέττιόν τε μεταπεμψάμενος τὸν Ἀλβανὸν καὶ τῶν ἄλλων φίλων τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετʼ ἐκείνων τίνα χρηστέον εἴη τῷ πολέμῳ τρόπον, καὶ ἐπειδὴ πᾶσιν ἔδοξε μάχην τίθεσθαι διαταχέων καὶ μὴ τρίβειν τὸν χρόνον, χώραν καὶ τάξιν, ἣν ἕκαστος ἔμελλεν ἕξειν, προειπὼν ἡμέραν τε ὁρίσας τῆς μάχης τὴν κατόπιν διέλυσε τὸν σύλλογον.

ὁ δὲ Ἀλβανὸς Φουφέττιος ʽἦν γὰρ δὴ ἔτι ἄδηλος καὶ τῶν ἑαυτοῦ φίλων πολλοῖς προδοσίαν μηχανώμενοσʼ συγκαλέσας τοὺς ἐπιφανεστάτους Ἀλβανῶν λοχαγοὺς καὶ ταξιάρχους λέγει πρὸς αὐτοὺς τοιάδε· ἄνδρες ταξίαρχοι καὶ λοχαγοί, πράγματα μέλλω ἐς ὑμᾶς μεγάλα καὶ ἀπροσδόκητα ἐκφέρειν, ἃ τέως ἔκρυπτον, ἱκετεύω δὲ ὑμᾶς ἀπόρρητα ποιήσασθαι, εἰ μή με διεργάσεσθε, καὶ ἐὰν δόξῃ συνοίσειν ἐπιτελῆ γενόμενα συλλαβέσθαι μοι αὐτῶν. πολλὰ μὲν οὖν λέγειν ὁ καιρὰς οὐκ ἐπιτρέπει βραχὺς ὤν, αὐτὰ δὲ τὰ ἀναγκαιότατα ἐρῶ.

ἐγὼ πάντα τὸν μεταξὺ χρόνον ἐξ οὗ Ῥωμαίοις

v.1p.317
ὑπετάχθημεν ἕως τῆς2δε τῆς ἡμέρας αἰσχύνης μεστὸν καὶ ὀδύνης ἔχων τὸν βίον διατετέλεκα καίτοι τιμηθείς γε ὑπὸ τοῦ βασιλέως αὐτῶν τῇ αὐτοκράτορι ἀρχῇ, ἣν τρίτον ἔτος ἤδη τοῦτο ἔχω καὶ εἰ βουλοίμην μέχρι παντὸς ἕξω. ἀλλὰ πάντων ἡγούμενος εἶναι κακῶν ἔσχατον ἐν οὐκ εὐτυχοῦσι τοῖς κοινοῖς μόνος εὐτυχεῖν, ἐνθυμούμενος δὲ ὅτι παρὰ πάντα τὰ νενομισμένα παρʼ ἀνθρώποις ὅσια τὴν ἡγεμονίαν ὑπʼ αὐτῶν ἀφῃρέθημεν, ἐσκόπουν ὅπως ἂν αὐτὴν ἀνακομισαίμεθα μηδεμιᾶς πειραθέντες μεγάλης συμφορᾶς· πολλοὺς δὲ καὶ παντοδαποὺς λογισμοὺς λαμβάνων μίαν εὕρισκον ὁδὸν ἄγουσαν ἐπὶ τὰ πράγματα ῥᾴστην τε καὶ ἀκινδυνοτάτην, εἴ τις αὐτοῖς ἀνασταίη πόλεμος ἐκ τῶν πλησιοχώρων πόλεων.

εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν. τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα.

ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου. καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν· ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.

πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες

v.1p.318
ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθʼ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν. ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλʼ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι.